§2.35.1Νείλου μέν νυν πέρι τοσαῦτα εἰρήσθω· ἔρχομαι δὲ περὶ Αἰγύπτου μηκυνέων τὸν λόγον, ὅτι πλεῖστα θωμάσια ἔχει ἢ ἡ ἄλλη πᾶσα χώρη καὶ ἔργα λόγου μέζω παρέχεται πρὸς πᾶσαν χώρην·
Let so much be said concerning the Nile; but I am going to lengthen my discourse about Egypt, because it possesses far more wonders than any other country, and presents works greater than words can describe in comparison with every other land.
τούτων εἵνεκα πλέω περὶ αὐτῆς εἰρήσεται.
For these reasons, more shall be said about it.
§2.35.2Αἰγύπτιοι ἅμα τῷ οὐρανῷ τῷ κατὰ σφέας ἐόντι ἑτεροίῳ καὶ τῷ ποταμῷ φύσιν ἀλλοίην παρεχομένῳ ἢ οἱ ἄλλοι ποταμοί, τὰ πολλὰ πάντα ἔμπαλιν τοῖσι ἄλλοισι ἀνθρώποισι ἐστήσαντο ἤθεά τε καὶ νόμους·
The Egyptians, along with having a climate peculiar to themselves and a river that presents a nature different from other rivers, have established for themselves customs and laws which are, in almost all respects, the reverse of those of other men.
ἐν τοῖσι αἱ μὲν γυναῖκες ἀγοράζουσι καὶ καπηλεύουσι, οἱ δὲ ἄνδρες κατʼ οἴκους ἐόντες ὑφαίνουσι· ὑφαίνουσι δὲ οἱ μὲν ἄλλοι ἄνω τὴν κρόκην ὠθέοντες, Αἰγύπτιοι δὲ κάτω.
Among them, the women go to market and trade, while the men stay at home and weave; and while others weave by pushing the woof upwards, the Egyptians push it downwards.
§2.35.3τὰ ἄχθεα οἱ μὲν ἄνδρες ἐπὶ τῶν κεφαλέων φορέουσι, αἱ δὲ γυναῖκες ἐπὶ τῶν ὤμων.
Men carry burdens on their heads, but women on their shoulders.
οὐρέουσι αἱ μὲν γυναῖκες ὀρθαί, οἱ δὲ ἄνδρες κατήμενοι.
Women urinate standing, but men sitting.
εὐμαρείῃ χρέωνται ἐν τοῖσι οἴκοισι, ἐσθίουσι δὲ ἔξω ἐν τῇσι ὁδοῖσι ἐπιλέγοντες ὡς τὰ μὲν αἰσχρὰ ἀναγκαῖα δὲ ἐν ἀποκρύφῳ ἐστὶ ποιέειν χρεόν, τὰ δὲ μὴ αἰσχρὰ ἀναφανδόν.
They ease nature in their houses, but eat outside in the streets, declaring that things which are shameful but necessary should be done in secret, but those which are not shameful should be done openly.
§2.35.4ἱρᾶται γυνὴ μὲν οὐδεμία οὔτε ἔρσενος θεοῦ οὔτε θηλέης, ἄνδρες δὲ πάντων τε καὶ πασέων.
No woman serves as a priest for either a god or a goddess, but men are priests of all gods and goddesses.
τρέφειν τοὺς τοκέας τοῖσι μὲν παισὶ οὐδεμία ἀνάγκη μὴ βουλομένοισι, τῇσι δὲ θυγατράσι πᾶσα ἀνάγκη καὶ μὴ βουλομένῃσι.
To support their parents is no necessity for sons if they do not wish to, but for daughters there is an absolute necessity even if they do not wish to.