§2.34.1ὁ μὲν δὴ Ἴστρος, ῥέει γὰρ διʼ οἰκεομένης, πρὸς πολλῶν γινώσκεται, περὶ δὲ τῶν τοῦ Νείλου πηγέων οὐδεὶς ἔχει λέγειν· ἀοίκητός τε γὰρ καὶ ἔρημος ἐστὶ ἡ Λιβύη διʼ ἧς ῥέει.
伊斯特河因为流经有人居住的地区,所以为众人所熟知;但是关于尼罗河的源头,却无人能够说明,因为尼罗河流经的利比亚地区荒无人烟。
περὶ δὲ τοῦ ῥεύματος αὐτοῦ, ἐπʼ ὅσον μακρότατον ἱστορεῦντα ἦν ἐξικέσθαι, εἴρηται·
不过,至于它的流向,在通过调查所能到达的最远范围内,已经做了叙述。
ἐκδιδοῖ δὲ ἐς Αἴγυπτον. ἡ δὲ Αἴγυπτος τῆς ὀρεινῆς Κιλικίης μάλιστά κῃ ἀντίη κέεται·
它最终注入埃及,而埃及大致正对着多山的基利家。
§2.34.2ἐνθεῦτεν δὲ ἐς Σινώπην τὴν ἐν τῷ Εὐξείνῳ πόντῳ πέντε ἡμερέων ἰθέα ὁδὸς εὐζώνῳ ἀνδρί·
从那里到厄克斯海畔的西诺贝,对于一个轻装健行的人来说,是一段五天直达的路程。
ἡ δὲ Σινώπη τῷ Ἴστρῳ ἐκδιδόντι ἐς θάλασσαν ἀντίον κέεται.
而西诺贝正对着伊斯特河注入大海的口岸。
οὕτω τὸν Νεῖλον δοκέω διὰ πάσης τῆς Λιβύης διεξιόντα ἐξισοῦσθαι τῷ Ἴστρῳ.
因此,我认为尼罗河横贯整个利比亚,其长度与伊斯特河旗鼓相当。