§2.33.1ὁ μὲν δὴ τοῦ Ἀμμωνίου Ἐτεάρχου λόγος ἐς τοῦτό μοι δεδηλώσθω, πλὴν ὅτι ἀπονοστῆσαί τε ἔφασκε τοὺς Νασαμῶνας, ὡς οἱ Κυρηναῖοι ἔλεγον, καὶ ἐς τοὺς οὗτοι ἀπίκοντο ἀνθρώπους, γόητας εἶναι ἅπαντας.
Let so much then be declared by me concerning the story of Etearchus the Ammonian, except that, as the Cyrenaeans said, he asserted both that the Nasamonians returned, and that the people whom these reached were all sorcerers.
§2.33.2τὸν δὲ δὴ ποταμὸν τοῦτον τὸν παραρρέοντα καὶ Ἐτέαρχος συνεβάλλετο εἶναι Νεῖλον, καὶ δὴ καὶ ὁ λόγος οὕτω αἱρέει.
And as for this river which flowed by, Etearchus also conjectured it to be the Nile, and indeed reason also so decides.
ῥέει γὰρ ἐκ Λιβύης ὁ Νεῖλος καὶ μέσην τάμνων Λιβύην, καὶ ὡς ἐγὼ συμβάλλομαι τοῖσι ἐμφανέσι τὰ μὴ γινωσκόμενα τεκμαιρόμενος, τῷ Ἴστρῳ ἐκ τῶν ἴσων μέτρων ὁρμᾶται.
For the Nile flows from Libya and cuts Libya through the middle; and, as I conjecture, inferring the unknown from the known, it rises from equal distances with the Ister.
§2.33.3Ἴστρος τε γὰρ ποταμὸς ἀρξάμενος ἐκ Κελτῶν καὶ Πυρήνης πόλιος ῥέει μέσην σχίζων τὴν Εὐρώπην· οἱ δὲ Κελτοὶ εἰσὶ ἔξω Ἡρακλέων στηλέων, ὁμουρέουσι δὲ Κυνησίοισι, οἳ ἔσχατοι πρὸς δυσμέων οἰκέουσι τῶν ἐν τῇ Εὐρώπῃ κατοικημένων·
For the river Ister, beginning from the Celts and the city of Pyrene, flows through the middle of Europe, dividing it; and the Celts are outside the Pillars of Heracles, and border on the Cynesians, who dwell furthest to the west of all the inhabitants of Europe.
§2.33.4τελευτᾷ δὲ ὁ Ἴστρος ἐς θάλασσαν ῥέων τὴν τοῦ Εὐξείνου πόντου διὰ πάσης Εὐρώπης, τῇ Ἰστρίην οἱ Μιλησίων οἰκέουσι ἄποικοι.
And the Ister ends by flowing through the whole of Europe into the sea of the Euxine Pontus, where the colonists of the Milesians dwell at Istria.