§2.24.1εἰ δὲ δεῖ μεμψάμενον γνώμας τὰς προκειμένας αὐτὸν περὶ τῶν ἀφανέων γνώμην ἀποδέξασθαι, φράσω διʼ ὅ τι μοι δοκέει πληθύνεσθαι ὁ Νεῖλος τοῦ θέρεος· τὴν χειμερινὴν ὥρην ἀπελαυνόμενος ὁ ἥλιος ἐκ τῆς ἀρχαίης διεξόδου ὑπὸ τῶν χειμώνων ἔρχεται τῆς Λιβύης τὰ ἄνω.
But if, after censuring the opinions already presented, I myself must declare an opinion concerning unseen matters, I will explain why it seems to me that the Nile overflows in the summer; in the winter season, the sun, being driven from his former course by the winter storms, comes to the upper parts of Libya.
§2.24.2ὡς μέν νυν ἐν ἐλαχίστῳ δηλῶσαι, πᾶν εἴρηται· τῆς γὰρ ἂν ἀγχοτάτω τε ᾖ χώρης οὗτος ὁ θεὸς καὶ κατὰ ἥντινα, ταύτην οἰκὸς διψῆν τε ὑδάτων μάλιστα καὶ τὰ ἐγχώρια ῥεύματα μαραίνεσθαι τῶν ποταμῶν.
To explain it in the briefest possible terms, everything has been said; for it is natural that whatever land this god is nearest to and over which he passes, this land should be most in want of water, and that the local streams of its rivers should be dried up.