§2.144.1ἤδη ὦν τῶν αἱ εἰκόνες ἦσαν, τοιούτους ἀπεδείκνυσαν σφέας πάντας ἐόντας, θεῶν δὲ πολλὸν ἀπαλλαγμένους.
So then, they demonstrated that all of those whose images these were were of such a kind, and far removed from gods.
§2.144.2τὸ δὲ πρότερον τῶν ἀνδρῶν τούτων θεοὺς εἶναι τοὺς ἐν Αἰγύπτῳ ἄρχοντας, οὐκ ἐόντας ἅμα τοῖσι ἀνθρώποισι, καὶ τούτων αἰεὶ ἕνα τὸν κρατέοντα εἶναι· ὕστατον δὲ αὐτῆς βασιλεῦσαι Ὦρον τὸν Ὀσίριος παῖδα, τὸν Ἀπόλλωνα Ἕλληνες ὀνομάζουσι· τοῦτον καταπαύσαντα Τυφῶνα βασιλεῦσαι ὕστατον Αἰγύπτου.
And they said that before these men, those who ruled in Egypt were gods, not living together with men, and that of these, one was always the ruler; and that the last of them to reign over it was Horus, the son of Osiris, whom the Greeks name Apollo; he, having deposed Typhon, ruled as the last of Egypt.
Ὄσιρις δὲ ἐστὶ Διόνυσος κατὰ Ἑλλάδα γλῶσσαν.
Now, Osiris is, in the Greek tongue, Dionysus.