§1.95.1ἐπιδίζηται δὲ δὴ τὸ ἐνθεῦτεν ἡμῖν ὁ λόγος τόν τε Κῦρον ὅστις ἐὼν τὴν Κροίσου ἀρχὴν κατεῖλε, καὶ τοὺς Πέρσας ὅτεῳ τρόπῳ ἡγήσαντο τῆς Ἀσίης.
From here, our narrative seeks to inquire who Cyrus was that overthrew the empire of Croesus, and in what manner the Persians became leaders of Asia.
ὡς ὦν Περσέων μετεξέτεροι λέγουσι, οἱ μὴ βουλόμενοι σεμνοῦν τὰ περὶ Κῦρον ἀλλὰ τὸν ἐόντα λέγειν λόγον, κατὰ ταῦτα γράψω, ἐπιστάμενος περὶ Κύρου καὶ τριφασίας ἄλλας λόγων ὁδοὺς φῆναι.
Accordingly, I shall write according to what certain of the Persians say—those who do not wish to exaggerate the story of Cyrus but to tell the actual truth—although I know that there are three other ways of telling the story about Cyrus.
§1.95.2Ἀσσυρίων ἀρχόντων τῆς ἄνω Ἀσίης ἐπʼ ἔτεα εἴκοσι καὶ πεντακόσια, πρῶτοι ἀπʼ αὐτῶν Μῆδοι ἤρξαντο ἀπίστασθαι, καὶ κως οὗτοι περὶ τῆς ἐλευθερίης μαχεσάμενοι τοῖσι Ἀσσυρίοισι ἐγένοντο ἄνδρες ἀγαθοί, καὶ ἀπωσάμενοι τὴν δουλοσύνην ἐλευθερώθησαν.
The Assyrians having ruled Upper Asia for five hundred and twenty years, the Medes were the first of them to begin to revolt; and somehow, having fought for their freedom against the Assyrians, they proved themselves brave men, and having cast off their slavery they were set free.
μετὰ δὲ τούτους καὶ τὰ ἄλλα ἔθνεα ἐποίεε τὠυτὸ τοῖσι Μήδοισι.
After them, the other nations also did the same as the Medes.