§1.70.1τούτων τε ὦν εἵνεκεν οἱ Λακεδαιμόνιοι τὴν συμμαχίην ἐδέξαντο, καὶ ὅτι ἐκ πάντων σφέας προκρίνας Ἑλλήνων αἱρέετο φίλους.
For these reasons, then, the Lacedaemonians accepted the alliance, and also because he, having selected them out of all the Greeks, chose them as friends.
καὶ τοῦτο μὲν αὐτοὶ ἦσαν ἕτοιμοι ἐπαγγείλαντι, τοῦτο δὲ ποιησάμενοι κρητῆρα χάλκεον ζῳδίων τε ἔξωθεν πλήσαντες περὶ τὸ χεῖλος καὶ μεγάθεϊ τριηκοσίους ἀμφορέας χωρέοντα ἦγον, δῶρον βουλόμενοι ἀντιδοῦναι Κροίσῳ.
And on the one hand, they themselves were ready when he should demand assistance, and on the other hand, having made a bronze mixing-bowl and having covered it on the outside around the rim with small figures of animals, holding three hundred amphorae in capacity, they were bringing it, wishing to give a gift in return to Croesus.
§1.70.2οὗτος ὁ κρητὴρ οὐκ ἀπίκετο ἐς Σάρδις διʼ αἰτίας διφασίας λεγομένας τάσδε· οἱ μὲν Λακεδαιμόνιοι λέγουσι ὡς ἐπείτε ἀγόμενος ἐς τὰς Σάρδις ὁ κρητὴρ ἐγίνετο κατὰ τὴν Σαμίην, πυθόμενοι Σάμιοι ἀπελοίατο αὐτὸν νηυσὶ μακρῇσι ἐπιπλώσαντες· §1.70.3αὐτοὶ δὲ Σάμιοι λέγουσι ὡς ἐπείτε ὑστέρησαν οἱ ἄγοντες τῶν Λακεδαιμονίων τὸν κρητῆρα, ἐπυνθάνοντο δὲ Σάρδις τε καὶ Κροῖσον ἡλωκέναι, ἀπέδοντο τὸν κρητῆρα ἐν Σάμῳ, ἰδιώτας δὲ ἄνδρας πριαμένους ἀναθεῖναί μιν ἐς τὸ Ἥραιον.
This mixing-bowl did not reach Sardis, for two different reasons which are told as follows: the Lacedaemonians say that when the mixing-bowl, being brought to Sardis, came near Samos, the Samians, having found out about it, sailed out with long ships and robbed them of it; but the Samians themselves say that when those of the Lacedaemonians who were bringing the mixing-bowl were too late, and learned that Sardis and Croesus had been taken, they sold the mixing-bowl in Samos, and certain private individuals, having bought it, dedicated it in the Heraeum.
τάχα δὲ ἂν καὶ οἱ ἀποδόμενοι λέγοιεν ἀπικόμενοι ἐς Σπάρτην ὡς ἀπαιρεθείησαν ὑπὸ Σαμίων.
And perhaps those who sold it, when they came to Sparta, might say that they had been robbed of it by the Samians.
κατὰ μέν νυν τὸν κρητῆρα οὕτω ἔσχε.
Thus it happened concerning the mixing-bowl.