§1.31.1ὣς δὲ τὰ κατὰ τὸν Τέλλον προετρέψατο ὁ Σόλων τὸν Κροῖσον εἴπας πολλά τε καὶ ὀλβία, ἐπειρώτα τίνα δεύτερον μετʼ ἐκεῖνον ἴδοι, δοκέων πάγχυ δευτερεῖα γῶν οἴσεσθαι.
When Solon had thus stimulated Croesus by speaking of the affairs of Tellus as many and happy, Croesus asked whom he had seen as second after him, expecting that he would surely win at least the second place.
ὃ δʼ εἶπε
Κλέοβίν τε καὶ Βίτωνα. §1.31.2τούτοισι γὰρ ἐοῦσι γένος Ἀργείοισι βίος τε ἀρκέων ὑπῆν, καὶ πρὸς τούτῳ ῥώμη σώματος τοιήδε· ἀεθλοφόροι τε ἀμφότεροι ὁμοίως ἦσαν, καὶ δὴ καὶ λέγεται ὅδε ὁ λόγος.
But Solon said: "Cleobis and Biton." For to these, being Argive by race, a sufficient livelihood was available, and in addition to this, such strength of body: both were equally prize-winners, and moreover, this story is told.
ἐούσης ὁρτῆς τῇ Ἥρῃ τοῖσι Ἀργείοισι ἔδεε πάντως τὴν μητέρα αὐτῶν ζεύγεϊ κομισθῆναι ἐς τὸ ἱρόν, οἱ δέ σφι βόες ἐκ τοῦ ἀγροῦ οὐ παρεγίνοντο ἐν ὥρῃ·
When there was a festival for Hera among the Argives, it was absolutely necessary for their mother to be carried in a carriage to the temple, but their oxen did not arrive from the field in time.
ἐκκληιόμενοι δὲ τῇ ὥρῃ οἱ νεηνίαι ὑποδύντες αὐτοὶ ὑπὸ τὴν ζεύγλην εἷλκον τὴν ἅμαξαν, ἐπὶ τῆς ἁμάξης δέ σφι ὠχέετο ἡ μήτηρ· σταδίους δὲ πέντε καὶ τεσσεράκοντα διακομίσαντες ἀπίκοντο ἐς τὸ ἱρόν.
Being shut out by the time, the young men themselves, slipping under the yoke, dragged the wagon, and on the wagon their mother was carried; and having conveyed her forty-five stades, they arrived at the temple.
§1.31.3ταῦτα δέ σφι ποιήσασι καὶ ὀφθεῖσι ὑπὸ τῆς πανηγύριος τελευτὴ τοῦ βίου ἀρίστη ἐπεγένετο, διέδεξέ τε ἐν τούτοισι ὁ θεὸς ὡς ἄμεινον εἴη ἀνθρώπῳ τεθνάναι μᾶλλον ἢ ζώειν.
When they had done these things and had been seen by the assembly, a most excellent end of life came upon them, and in these the god showed clearly that it is better for a human being to be dead rather than to live.
Ἀργεῖοι μὲν γὰρ περιστάντες ἐμακάριζον τῶν νεηνιέων τὴν ῥώμην, αἱ δὲ Ἀργεῖαι τὴν μητέρα αὐτῶν, οἵων τέκνων ἐκύρησε·
For the Argive men, standing around, blessed the strength of the young men, and the Argive women blessed their mother for having obtained such children.
§1.31.4ἡ δὲ μήτηρ περιχαρής ἐοῦσα τῷ τε ἔργῳ καὶ τῇ φήμῃ, στᾶσα ἀντίον τοῦ ἀγάλματος εὔχετο Κλεόβι τε καὶ Βίτωνι τοῖσι ἑωυτῆς τέκνοισι, οἵ μιν ἐτίμησαν μεγάλως, τὴν θεὸν δοῦναι τὸ ἀνθρώπῳ τυχεῖν ἄριστον ἐστί.
And the mother, being overjoyed at both the deed and the praise, standing before the image, prayed for Cleobis and Biton, her own children who had honored her greatly, that the goddess would give them what is best for a human being to obtain.
§1.31.5μετὰ ταύτην δὲ τὴν εὐχὴν ὡς ἔθυσάν τε καὶ εὐωχήθησαν, κατακοιμηθέντες ἐν αὐτῷ τῷ ἱρῷ οἱ νεηνίαι οὐκέτι ἀνέστησαν ἀλλʼ ἐν τέλεϊ τούτῳ ἔσχοντο.
After this prayer, when they had sacrificed and feasted, the young men, lying down to sleep in the temple itself, never rose again, but were held in this end.
Ἀργεῖοι δὲ σφέων εἰκόνας ποιησάμενοι ἀνέθεσαν ἐς Δελφοὺς ὡς ἀριστῶν γενομένων.
And the Argives made statues of them and dedicated them at Delphi, as having been the best of men.