§1.31.1ὣς δὲ τὰ κατὰ τὸν Τέλλον προετρέψατο ὁ Σόλων τὸν Κροῖσον εἴπας πολλά τε καὶ ὀλβία, ἐπειρώτα τίνα δεύτερον μετʼ ἐκεῖνον ἴδοι, δοκέων πάγχυ δευτερεῖα γῶν οἴσεσθαι.
索伦就这样通过述说泰洛斯许多而幸福的往事来刺激克罗伊斯,克罗伊斯便询问他继泰洛斯之后又见到了谁是第二幸福的人,心想自己至少绝对能获得第二名。
ὃ δʼ εἶπε
Κλέοβίν τε καὶ Βίτωνα.
然而索伦说道: “克莱奥比斯和比同。
§1.31.2τούτοισι γὰρ ἐοῦσι γένος Ἀργείοισι βίος τε ἀρκέων ὑπῆν, καὶ πρὸς τούτῳ ῥώμη σώματος τοιήδε· ἀεθλοφόροι τε ἀμφότεροι ὁμοίως ἦσαν, καὶ δὴ καὶ λέγεται ὅδε ὁ λόγος.
” 因为这两个人出身于阿尔戈斯,有着充足的生计,此外还有着如此强壮的体魄:两人同样都是竞技的获奖者,而且还流传着这样的一则故事。
ἐούσης ὁρτῆς τῇ Ἥρῃ τοῖσι Ἀργείοισι ἔδεε πάντως τὴν μητέρα αὐτῶν ζεύγεϊ κομισθῆναι ἐς τὸ ἱρόν, οἱ δέ σφι βόες ἐκ τοῦ ἀγροῦ οὐ παρεγίνοντο ἐν ὥρῃ·
在阿尔戈斯人为赫拉举行节日庆典时,他们的母亲必须乘着车辆被送往神庙,但他们的牛却未能及时从田野里赶回来。
ἐκκληιόμενοι δὲ τῇ ὥρῃ οἱ νεηνίαι ὑποδύντες αὐτοὶ ὑπὸ τὴν ζεύγλην εἷλκον τὴν ἅμαξαν, ἐπὶ τῆς ἁμάξης δέ σφι ὠχέετο ἡ μήτηρ·
由于时间紧迫,年轻人们自己钻到轭下,拉着车前进,而他们的母亲则乘在车上。
σταδίους δὲ πέντε καὶ τεσσεράκοντα διακομίσαντες ἀπίκοντο ἐς τὸ ἱρόν.
在拉车运送了四十五斯塔迪翁的距离后,他们到达了神庙。
§1.31.3ταῦτα δέ σφι ποιήσασι καὶ ὀφθεῖσι ὑπὸ τῆς πανηγύριος τελευτὴ τοῦ βίου ἀρίστη ἐπεγένετο, διέδεξέ τε ἐν τούτοισι ὁ θεὸς ὡς ἄμεινον εἴη ἀνθρώπῳ τεθνάναι μᾶλλον ἢ ζώειν.
在他们做了这些事情并被聚集的群众看见之后,生命中最好的终结降临到他们身上,神也在他们身上清楚地表明,对于人类而言,死去比活着更好。
Ἀργεῖοι μὲν γὰρ περιστάντες ἐμακάριζον τῶν νεηνιέων τὴν ῥώμην, αἱ δὲ Ἀργεῖαι τὴν μητέρα αὐτῶν, οἵων τέκνων ἐκύρησε·
因为阿尔戈斯的男人们围在四周,称赞年轻人们的力气,而阿尔戈斯的女人们则祝福他们的母亲,因她能拥有这样的孩子。
§1.31.4ἡ δὲ μήτηρ περιχαρής ἐοῦσα τῷ τε ἔργῳ καὶ τῇ φήμῃ, στᾶσα ἀντίον τοῦ ἀγάλματος εὔχετο Κλεόβι τε καὶ Βίτωνι τοῖσι ἑωυτῆς τέκνοισι, οἵ μιν ἐτίμησαν μεγάλως, τὴν θεὸν δοῦναι τὸ ἀνθρώπῳ τυχεῖν ἄριστον ἐστί.
而母亲对这番壮举和人们的赞誉感到无比欣喜,她站在神像前,为极大地孝敬了她的自己的孩子克莱奥比斯和比同祈祷,求女神赐予他们人类所能获得的最美好的事物。
§1.31.5μετὰ ταύτην δὲ τὴν εὐχὴν ὡς ἔθυσάν τε καὶ εὐωχήθησαν, κατακοιμηθέντες ἐν αὐτῷ τῷ ἱρῷ οἱ νεηνίαι οὐκέτι ἀνέστησαν ἀλλʼ ἐν τέλεϊ τούτῳ ἔσχοντο.
在这番祈祷之后,在他们献祭并享用了宴席之后,在神庙里躺下睡去的年轻人们便再也没有醒来,而是停留在了这一终结中。
Ἀργεῖοι δὲ σφέων εἰκόνας ποιησάμενοι ἀνέθεσαν ἐς Δελφοὺς ὡς ἀριστῶν γενομένων.
阿尔戈斯人为他们制作了雕像,并作为最优秀的人奉纳到了德尔斐。