§1.32.1Σόλων μὲν δὴ εὐδαιμονίης δευτερεῖα ἔνεμε τούτοισι, Κροῖσος δὲ σπερχθεὶς εἶπε
ὦ ξεῖνε Ἀθηναῖε, ἡ δʼ ἡμετέρη εὐδαιμονίη οὕτω τοι ἀπέρριπται ἐς τὸ μηδὲν ὥστε οὐδὲ ἰδιωτέων ἀνδρῶν ἀξίους ἡμέας ἐποίησας; ὁ δὲ εἶπε
ὦ Κροῖσε, ἐπιστάμενόν με τὸ θεῖον πᾶν ἐὸν φθονερόν τε καὶ ταραχῶδες ἐπειρωτᾷς ἀνθρωπηίων πρηγμάτων πέρι. §1.32.2ἐν γὰρ τῷ μακρῷ χρόνῳ πολλὰ μὲν ἐστὶ ἰδεῖν τὰ μή τις ἐθέλει, πολλὰ δὲ καὶ παθεῖν.
Solon indeed assigned the second place of happiness to them, but Croesus said in anger: "My Athenian guest, is our happiness thus cast aside by you as nothing, so that you have made us not even worth as much as common men?" And he said: "Croesus, you ask me about human affairs, who know that the divine is entirely envious and troublesome. For in the long span of time there are many things to see that one does not wish, and many things to suffer.
ἐς γὰρ ἑβδομήκοντα ἔτεα οὖρον τῆς ζόης ἀνθρώπῳ προτίθημι. §1.32.3οὗτοι ἐόντες ἐνιαυτοὶ ἑβδομήκοντα παρέχονται ἡμέρας διηκοσίας καὶ πεντακισχιλίας καὶ δισμυρίας, ἐμβολίμου μηνὸς μὴ γινομένου·
For I set the limit of life for a human being at seventy years. These seventy years, if no intercalary month is added, provide twenty-five thousand two hundred days.
εἰ δὲ δὴ ἐθελήσει τοὔτερον τῶν ἐτέων μηνὶ μακρότερον γίνεσθαι, ἵνα δὴ αἱ ὧραι συμβαίνωσι παραγινόμεναι ἐς τὸ δέον, μῆνες μὲν παρὰ τὰ ἑβδομήκοντα ἔτεα οἱ ἐμβόλιμοι γίνονται τριήκοντα πέντε, ἡμέραι δὲ ἐκ τῶν μηνῶν τούτων χίλιαι πεντήκοντα. §1.32.4τουτέων τῶν ἁπασέων ἡμερέων τῶν ἐς τὰ ἑβδομήκοντα ἔτεα, ἐουσέων πεντήκοντα καὶ διηκοσιέων καὶ ἑξακισχιλιέων καὶ δισμυριέων, ἡ ἑτέρη αὐτέων τῇ ἑτέρῃ ἡμέρῃ τὸ παράπαν οὐδὲν ὅμοιον προσάγει πρῆγμα.
But if indeed you wish every other year to be longer by a month, so that the seasons may come around in due course, the intercalary months for the seventy years will be thirty-five, and the days from these months will be one thousand and fifty. Of all these days of the seventy years, being twenty-six thousand two hundred and fifty, not one of them brings about a thing entirely like another.
οὕτω ὦν Κροῖσε πᾶν ἐστὶ ἄνθρωπος συμφορή. §1.32.5ἐμοὶ δὲ σὺ καὶ πλουτέειν μέγα φαίνεαι καὶ βασιλεὺς πολλῶν εἶναι ἀνθρώπων· ἐκεῖνο δὲ τὸ εἴρεό με, οὔκω σε ἐγὼ λέγω, πρὶν τελευτήσαντα καλῶς τὸν αἰῶνα πύθωμαι.
Thus indeed, Croesus, a human being is entirely chance. To me you appear both to be very wealthy and to be king of many men; but as for that which you asked me, I do not yet call you so, until I hear that you have ended your life well.
οὐ γάρ τι ὁ μέγα πλούσιος μᾶλλον τοῦ ἐπʼ ἡμέρην ἔχοντος ὀλβιώτερος ἐστί, εἰ μή οἱ τύχη ἐπίσποιτο πάντα καλὰ ἔχοντα εὖ τελευτῆσαὶ τὸν βίον.
For the extremely wealthy man is not at all more happy than he who has enough for the day, unless fortune should follow him so that he ends his life well while possessing all good things.
πολλοὶ μὲν γὰρ ζάπλουτοι ἀνθρώπων ἀνόλβιοι εἰσί, πολλοὶ δὲ μετρίως ἔχοντες βίου εὐτυχέες. §1.32.6ὁ μὲν δὴ μέγα πλούσιος ἀνόλβιος δὲ δυοῖσι προέχει τοῦ εὐτυχέος μοῦνον, οὗτος δὲ τοῦ πλουσίου καὶ ἀνόλβου πολλοῖσι·
For many very wealthy men are unhappy, and many who have a moderate livelihood are fortunate. Now, the extremely wealthy but unhappy man excels the fortunate man in only two things, but the fortunate man excels the wealthy and unhappy man in many things.
ὃ μὲν ἐπιθυμίην ἐκτελέσαι καί ἄτην μεγάλην προσπεσοῦσαν ἐνεῖκαι δυνατώτερος, ὁ δὲ τοῖσιδε προέχει ἐκείνου· ἄτην μὲν καὶ ἐπιθυμίην οὐκ ὁμοίως δυνατὸς ἐκείνῳ ἐνεῖκαι, ταῦτα δὲ ἡ εὐτυχίη οἱ ἀπερύκει, ἄπηρος δὲ ἐστί, ἄνουσος, ἀπαθὴς κακῶν, εὔπαις, εὐειδής. §1.32.7εἰ δὲ πρὸς τούτοισι ἔτι τελευτήσῃ τὸν βίον εὖ, οὗτος ἐκεῖνος τὸν σὺ ζητέεις, ὁ ὄλβιος κεκλῆσθαι ἄξιος ἐστί· πρὶν δʼ ἂν τελευτήσῃ, ἐπισχεῖν, μηδὲ καλέειν κω ὄλβιον ἀλλʼ εὐτυχέα. §1.32.8τὰ πάντα μέν νυν ταῦτα συλλαβεῖν ἄνθρωπον ἐόντα ἀδύνατον ἐστί, ὥσπερ χωρῇ οὐδεμία καταρκέει πάντα ἑωυτῇ παρέχουσα, ἀλλὰ ἄλλο μὲν ἔχει ἑτέρου δὲ ἐπιδέεται· ἣ δὲ ἂν τὰ πλεῖστα ἔχῃ, αὕτη ἀρίστη.
The former is more able to satisfy his desire and to bear a great disaster when it falls upon him, but the latter excels him in these: he is not equally able to bear disaster and desire like the former, but his good fortune keeps these away from him, and he is free from bodily deformity, free from disease, untouched by misfortunes, blessed with good children, and fair to look upon. And if, in addition to these things, he should still end his life well, this is the very man whom you seek, who is worthy to be called happy; but before he dies, hold back, and do not yet call him happy, but fortunate. Now, for a human being, it is impossible to gather all these things together, just as no land is self-sufficient by providing all things for itself, but has one thing and lacks another; and whichever land has the most things, this is the best.
ὣς δὲ καὶ ἀνθρώπου σῶμα ἓν οὐδὲν αὔταρκες ἐστί· τὸ μὲν γὰρ ἔχει, ἄλλου δὲ ἐνδεές ἐστι· §1.32.9ὃς δʼ ἂν αὐτῶν πλεῖστα ἔχων διατελέῃ καὶ ἔπειτα τελευτήσῃ εὐχαρίστως τὸν βίον, οὗτος παρʼ ἐμοὶ τὸ οὔνομα τοῦτο ὦ βασιλεῦ δίκαιος ἐστὶ φέρεσθαι.
So also, no single body of a human being is self-sufficient; for it has one thing, but is in need of another. And whoever of them continues possessing the most things and then ends his life gratefully, this man, O king, in my judgment is worthy to bear this name.
σκοπέειν δὲ χρὴ παντὸς χρήματος τὴν τελευτήν, κῇ ἀποβήσεται· πολλοῖσι γὰρ δὴ ὑποδέξας ὄλβον ὁ θεὸς προρρίζους ἀνέτρεψε.
But it is necessary to look to the end of every matter, how it will turn out; for to many the god, having shown a glimpse of happiness, has utterly overturned them."