§1.26.1τελευτήσαντος δὲ Ἀλυάττεω ἐξεδέξατο τὴν βασιληίην Κροῖσος ὁ Ἀλυάττεω, ἐτέων ἐὼν ἡλικίην πέντε καὶ τριήκοντα· ὃς δὴ Ἑλλήνων πρώτοισι ἐπεθήκατο Ἐφεσίοισι.
Upon the death of Alyattes, Croesus, the son of Alyattes, succeeded to the kingdom, being thirty-five years of age; he it was who first of the Greeks attacked the Ephesians.
§1.26.2ἔνθα δὴ οἱ Ἐφέσιοι πολιορκεόμενοι ὑπʼ αὐτοῦ ἀνέθεσαν τὴν πόλιν τῇ Ἀρτέμιδι, ἐξάψαντες ἐκ τοῦ νηοῦ σχοινίον ἐς τὸ τεῖχος.
Thereupon the Ephesians, being besieged by him, dedicated their city to Artemis, by stretching a rope from the temple to the wall.
ἔστι δὲ μεταξὺ τῆς τε παλαιῆς πόλιος, ἣ τότε ἐπολιορκέετο, καὶ τοῦ νηοῦ ἑπτὰ στάδιοι.
Now, between the old city, which was then being besieged, and the temple, there is a distance of seven stades.
§1.26.3πρώτοισι μὲν δὴ τούτοισι ἐπεχείρησε ὁ Κροῖσος, μετὰ δὲ ἐν μέρεϊ ἑκάστοισι Ἰώνων τε καὶ Αἰολέων, ἄλλοισι ἄλλας αἰτίας ἐπιφέρων, τῶν μὲν ἐδύνατο μέζονας παρευρίσκειν, μέζονα ἐπαιτιώμενος, τοῖσι δὲ αὐτῶν καὶ φαῦλα ἐπιφέρων.
Croesus, then, made his first attempt upon these people, and afterwards upon each of the Ionians and Aeolians in turn, bringing various charges against various states; against some of them, where he was able to find greater pretexts, he alleged greater charges, while against others of them he brought even trivial complaints.