§1.28.1χρόνου δὲ ἐπιγινομένου καὶ κατεστραμμένων σχεδὸν πάντων τῶν ἐντὸς Ἅλυος ποταμοῦ οἰκημένων· πλὴν γὰρ Κιλίκων καὶ Λυκίων τοὺς ἄλλους πάντας ὑπʼ ἑωυτῷ εἶχε καταστρεψάμενος ὁ Κροῖσος.
As time went on and almost all those dwelling within the Halys river had been subdued; for except for the Cilicians and Lycians, Croesus held all the others subdued under his power.
εἰσὶ δὲ οἵδε, Λυδοί, Φρύγες, Μυσοί, Μαριανδυνοί, Χάλυβες, Παφλαγόνες, Θρήικες οἱ Θυνοί τε καὶ Βιθυνοί, Κᾶρες, Ἴωνες, Δωριέες, Αἰολέες, Πάμφυλοι κατεστραμμένων δὲ τούτων καὶ προσεπικτωμένου Κροίσου Λυδοῖσι,
These were as follows: Lydians, Phrygians, Mysians, Mariandynians, Chalybes, Paphlagonians, Thracians—both Thynians and Bithynians—Carians, Ionians, Dorians, Aeolians, Pamphylians; when these had been subdued and Croesus was acquiring more for the Lydians,