§1.25.1Ἀλυάττης δὲ ὁ Λυδὸς τὸν πρὸς Μιλησίους πόλεμον διενείκας μετέπειτα τελευτᾷ, βασιλεύσας ἔτεα ἑπτὰ καὶ πεντήκοντα.
Alyattes the Lydian, having brought the war against the Milesians to an end, afterwards died, having reigned fifty-seven years.
§1.25.2ἀνέθηκε δὲ ἐκφυγὼν τὴν νοῦσον δεύτερος οὗτος τῆς οἰκίης ταύτης ἐς Δελφοὺς κρητῆρά τε ἀργύρεον μέγαν καὶ ὑποκρητηρίδιον σιδήρεον κολλητόν, θέης ἄξιον διὰ πάντων τῶν ἐν Δελφοῖσι ἀναθημάτων, Γλαύκου τοῦ Χίου ποίημα, ὃς μοῦνος δὴ πάντων ἀνθρώπων σιδήρου κόλλησιν ἐξεῦρε.
Upon recovering from his sickness, he was the second of this house to dedicate at Delphi a great silver mixing-bowl and a welded iron stand for it, well worth seeing among all the offerings at Delphi, the work of Glaucus of Chios, who alone of all men invented the welding of iron.