§1.14.1τὴν μὲν δὴ τυραννίδα οὕτω ἔσχον οἱ Μερμνάδαι τοὺς Ἡρακλείδας ἀπελόμενοι, Γύγης δὲ τυραννεύσας ἀπέπεμψε ἀναθήματα ἐς Δελφοὺς οὐκ ὀλίγα, ἀλλʼ ὅσα μὲν ἀργύρου ἀναθήματα, ἔστι οἱ πλεῖστα ἐν Δελφοῖσι, πάρεξ δὲ τοῦ ἀργύρου χρυσὸν ἄπλετον ἀνέθηκε ἄλλον τε καὶ τοῦ μάλιστα μνήμην ἄξιον ἔχειν ἐστί, κρητῆρες οἱ ἀριθμὸν ἓξ χρύσεοι ἀνακέαται.
In this way the Mermnadae obtained the tyranny, having deprived the Heraclidae of it. When Gyges became king, he sent not a few offerings to Delphi; indeed, of all the silver offerings at Delphi, the greatest part belong to him. Besides the silver, he dedicated an immense amount of gold, among which, worthy of special mention, are six golden mixing-bowls, which stand there and belong to him.
§1.14.2ἑστᾶσι δὲ οὗτοι ἐν τῷ Κορινθίων θησαυρῷ, σταθμὸν ἔχοντες τριήκοντα τάλαντα·
These stand in the treasury of the Corinthians, weighing thirty talents.
ἀληθέι δὲ λόγῳ χρεωμένῳ οὐ Κορινθίων τοῦ δημοσίου ἐστὶ ὁ θησαυρός, ἀλλὰ Κυψέλου τοῦ Ἠετίωνος.
But to tell the truth, this treasury does not belong to the state of Corinth, but to Cypselus the son of Eetion.
οὗτος δὲ ὁ Γύγης πρῶτος βαρβάρων τῶν ἡμεῖς ἴδμεν ἐς Δελφοὺς ἀνέθηκε ἀναθήματα μετὰ Μίδην τὸν Γορδίεω Φρυγίης βασιλέα.
This Gyges was the first of the barbarians we know of to send offerings to Delphi, after Midas the son of Gordias, king of Phrygia.
§1.14.3ἀνέθηκε γὰρ δὴ καὶ Μίδης τὸν βασιλήιον θρόνον ἐς τὸν προκατίζων ἐδίκαζε, ἐόντα ἀξιοθέητον· κεῖται δὲ ὁ θρόνος οὗτος ἔνθα περ οἱ τοῦ Γύγεω κρητῆρες.
For Midas also dedicated the royal throne on which he used to sit and deliver judgment, which is well worth seeing; and this throne is placed in the very same spot as the mixing-bowls of Gyges.
ὁ δὲ χρυσός οὗτος καὶ ὁ ἄργυρος τὸν ὁ Γύγης ἀνέθηκε, ὑπὸ Δελφῶν καλέεται Γυγάδας ἐπὶ τοῦ ἀναθέντος ἐπωνυμίην.
This gold and silver which Gyges dedicated is called by the Delphians "Gygadas," named after the dedicative donor.