Humanitext Reader

希罗多德 · 历史 §1.14.1-1.14.3

吉格斯与米达斯向德尔斐的奉纳

第 14 段,共 1577 段 · 希腊语

内容简介

叙述吉格斯向德尔斐奉纳了大量的金银器(包括六个金混酒缸),并说明这些物品与弗里吉亚国王米达斯所奉纳的宝座安放在同一处。

§1.14.1τὴν μὲν δὴ τυραννίδα οὕτω ἔσχον οἱ Μερμνάδαι τοὺς Ἡρακλείδας ἀπελόμενοι, Γύγης δὲ τυραννεύσας ἀπέπεμψε ἀναθήματα ἐς Δελφοὺς οὐκ ὀλίγα, ἀλλʼ ὅσα μὲν ἀργύρου ἀναθήματα, ἔστι οἱ πλεῖστα ἐν Δελφοῖσι, πάρεξ δὲ τοῦ ἀργύρου χρυσὸν ἄπλετον ἀνέθηκε ἄλλον τε καὶ τοῦ μάλιστα μνήμην ἄξιον ἔχειν ἐστί, κρητῆρες οἱ ἀριθμὸν ἓξ χρύσεοι ἀνακέαται.
就这样,梅尔姆那德斯家族从赫拉克勒斯后裔手中夺取并占有了王权。 吉格斯在成为国王后,向德尔斐送去了为数不少的奉纳品。 就银器奉纳品而言,在德尔斐的银器中以他的为最多;而除了银器之外,他还奉纳了大量的黄金,在这些黄金中,尤其最值得提及的,是安放着的六个属于他的金质混酒缸。
§1.14.2ἑστᾶσι δὲ οὗτοι ἐν τῷ Κορινθίων θησαυρῷ, σταθμὸν ἔχοντες τριήκοντα τάλαντα·
这些混酒缸放置在科林斯人的宝库中,重达三十塔兰同。
ἀληθέι δὲ λόγῳ χρεωμένῳ οὐ Κορινθίων τοῦ δημοσίου ἐστὶ ὁ θησαυρός, ἀλλὰ Κυψέλου τοῦ Ἠετίωνος.
但实事求是地说,这个宝库并不属于科林斯公社,而是属于埃提翁之子库普塞洛斯。
οὗτος δὲ ὁ Γύγης πρῶτος βαρβάρων τῶν ἡμεῖς ἴδμεν ἐς Δελφοὺς ἀνέθηκε ἀναθήματα μετὰ Μίδην τὸν Γορδίεω Φρυγίης βασιλέα.
在有记载的我们所知道的异族人中,这位吉格斯是继弗里吉亚国王吉尔迪亚斯之子米达斯之后,第一个向德尔斐赠送奉纳品的人。
§1.14.3ἀνέθηκε γὰρ δὴ καὶ Μίδης τὸν βασιλήιον θρόνον ἐς τὸν προκατίζων ἐδίκαζε, ἐόντα ἀξιοθέητον·
因为米达斯也曾奉纳了他的那张极为壮观的国王宝座,他以前曾坐在这张宝座上进行审判。
κεῖται δὲ ὁ θρόνος οὗτος ἔνθα περ οἱ τοῦ Γύγεω κρητῆρες.
这张宝座就放置在与吉格斯的混酒缸完全相同的地方。
ὁ δὲ χρυσός οὗτος καὶ ὁ ἄργυρος τὸν ὁ Γύγης ἀνέθηκε, ὑπὸ Δελφῶν καλέεται Γυγάδας ἐπὶ τοῦ ἀναθέντος ἐπωνυμίην.
吉格斯所奉纳的这些金银,被德尔斐人根据奉纳者的名字称作“吉加达斯”。

词汇与语法注释

  1. §1.14.1τοὺς Ἡρακλείδας ἀπελόμενοι — 动词 ἀφαιρέομαι 采用双宾格构文,表示“剥夺某人(宾格)某物(宾格)”。此处作为“被剥夺之物”的 τὴν τυραννίδα 在上下文中被省略,仅明示了“被剥夺之人”的 τοὺς Ἡρακλείδας。
  2. §1.14.1ἔστι οἱ πλεῖστα — 代词 οἱ(第三人称单数与格)是表示所有或归属的与格。与表示存在或所有的 ἔστι(εἰμί 的第三人称单数)连用,意为“作为属于他的东西存在最多”,即“他的银器是最多的”。
  3. §1.14.1τοῦ μάλιστα μνήμην ἄξιον ἔχειν ἐστί — 属格指示代词 τοῦ(起关系代词作用)受形容词 ἄξιον(值得)支配。主动不定式 ἔχειν 在此处带有被动语义,与 μνήμην 连用构成 μνήμην ἔχειν(获得记忆/提及),用以修饰 ἄξιον,意为“其中最值得提及的是”。
  4. §1.14.2ἀληθέι δὲ λόγῳ χρεωμένῳ — 与格现在分词 χρεωμένῳ(源自 χράομαι)起到了类似于独立分词的作用,假定了一个不特定的人为主体,构成“如果人们使用真实的言辞的话”这一惯用副词短语,意为“说实话”或“事实上”。

引用这一段

希罗多德, 历史 §1.14.1-1.14.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.14.1-1.14.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。