§1.13.1ἔσχε δὲ τὴν βασιληίην καὶ ἐκρατύνθη ἐκ τοῦ ἐν Δελφοῖσι χρηστηρίου.
He obtained the kingdom and was confirmed in it by the oracle at Delphi.
ὡς γὰρ δὴ οἱ Λυδοὶ δεινόν ἐποιεῦντο τὸ Κανδαύλεω πάθος καὶ ἐν ὅπλοισι ἦσαν, συνέβησαν ἐς τὠυτὸ οἳ τε τοῦ Γύγεω στασιῶται καί οἱ λοιποὶ Λυδοί, ἤν μὲν τὸ χρηστήριον ἀνέλῃ μιν βασιλέα εἶναι Λυδῶν, τόν δὲ βασιλεύειν, ἤν δὲ μή, ἀποδοῦναι ὀπίσω ἐς Ἡρακλείδας τὴν ἀρχήν.
For when the Lydians were indignant at the fate of Candaules and were in arms, the partisans of Gyges and the rest of the Lydians came to an agreement: if the oracle should declare him to be king of the Lydians, then he should reign, but if not, they should restore the rule back to the Heraclidae.
§1.13.2ἀνεῖλέ τε δὴ τὸ χρηστήριον καὶ ἐβασίλευσε οὕτω Γύγης.
Indeed the oracle so declared, and thus Gyges became king.
τοσόνδε μέντοι εἶπε ἡ Πυθίη, ὡς Ἡρακλείδῃσι τίσις ἥξει ἐς τὸν πέμπτον ἀπόγονον Γύγεω.
However, the Pythia said this much: that vengeance for the Heraclidae would come upon the fifth descendant of Gyges.
τούτου τοῦ ἔπεος Λυδοί τε καί οἱ βασιλέες αὐτῶν λόγον οὐδένα ἐποιεῦντο, πρὶν δὴ ἐπετελέσθη.
To this utterance the Lydians and their kings paid no attention, until it was actually fulfilled.