§1.15.1ἐσέβαλε μέν νυν στρατιὴν καὶ οὗτος ἐπείτε ἦρξε ἔς τε Μίλητον καὶ ἐς Σμύρνην, καὶ Κολοφῶνος τὸ ἄστυ εἷλε·
This man also, when he became king, invaded Miletus and Smyrna with his army, and captured the city of Colophon.
ἀλλʼ οὐδὲν γὰρ μέγα ἀπʼ αὐτοῦ ἄλλο ἔργον ἐγένετο βασιλεύσαντος δυῶν δέοντα τεσσεράκοντα ἔτεα, τοῦτον μὲν παρήσομεν τοσαῦτα ἐπιμνησθέντες, Ἄρδυος δὲ τοῦ Γύγεω μετὰ Γύγην βασιλεύσαντος μνήμην ποιήσομαι.
But since no other great deed was performed by him during his reign of thirty-eight years, we shall pass him over after making only this much mention of him, and I shall make mention of Ardys, the son of Gyges, who reigned after Gyges.
οὗτος δὲ Πριηνέας τε εἷλε ἐς Μίλητόν τε ἐσέβαλε, ἐπὶ τούτου τε τυραννεύοντος Σαρδίων Κιμμέριοι ἐξ ἠθέων ὑπὸ Σκυθέων τῶν νομάδων ἐξαναστάντες ἀπίκοντο ἐς τὴν Ἀσίην καὶ Σάρδις πλὴν τῆς ἀκροπόλιος εἷλον.
This Ardys captured the people of Priene and invaded Miletus; and during his reign over Sardis, the Cimmerians, driven from their homes by the nomad Scythians, came into Asia and captured Sardis, except for the acropolis.