§9.572ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.
heard her from Erebus, she of the implacable heart.
§9.573τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει §9.574πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες §9.575Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους, §9.576ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·
And soon about their gates arose the din and clatter of towers being battered; and the elders of the Aetolians entreated him, sending the best priests of the gods, promising a great gift if he would come forth and defend them.
§9.577ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς, §9.578ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι §9.579πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο, §9.580ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.
Where the plain of lovely Calydon was richest, there they bade him choose a very fair estate of fifty measures, the half of it vineyard, and the half open ploughland of the plain to be cleared.
§9.581πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς §9.582οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο §9.583σείων κολλητὰς σανίδας γουνούμενος υἱόν· §9.584πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ §9.585ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι, §9.586οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων· §9.587ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον, §9.588πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων §9.589βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.
And many times did the old horseman Oeneus entreat him, standing on the threshold of his high-roofed chamber, shaking the close-fitting doors as he implored his son; and many times did his sisters and lady mother entreat him, but he refused the more; and many times his companions, who were trustiest and dearest to him of all; but not even so could they persuade the heart in his breast, until at last his chamber was being hotly battered, and the Curetes were climbing upon the towers and setting fire to the great city.
§9.590καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις §9.591λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα §9.592κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ· §9.593ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, §9.594τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.
Then indeed did his fair-girdled wife entreat him with tears, and tell him all the woes that come to men whose city is taken; how they slay the men, and fire turns the city to ashes, and others lead away the children and deep-girdled women.
§9.595τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα, §9.596βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.
And his heart was stirred as he heard these evil deeds, and he went his way to go, and put on his body his gleaming armor.
§9.597ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ §9.598εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν §9.599πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.
Thus did he ward off the evil day from the Aetolians, yielding to his own heart; but to him they no longer paid the gifts, many and fair, though even so he warded off evil.
§9.600ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων §9.601ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη §9.602νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων §9.603ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.
But do not you think thus in your mind, nor let a god turn you into that path, my friend; it would be a worse thing to defend the ships when they are burning; rather, come on the strength of the gifts, for the Achaeans will honor you even as a god.
§9.604εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς §9.605οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών. §9.606τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §9.607Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης §9.608χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ, §9.609ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ §9.610ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
But if without gifts you enter the battle that destroys men, you will no longer have like honor, even though you ward off the war." And in answer to him spoke swift-footed Achilles: "Phoenix, old father, nurtured by Zeus, I have no need of this honor; I deem that I have been honored by the judgment of Zeus, which will abide with me by the curved ships as long as breath remains in my breast and my knees can stir.
§9.611ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι· §9.612μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων §9.613Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ §9.614τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
And another thing will I tell you, and do you lay it to heart: do not trouble my heart with weeping and sorrowing, doing favor to the hero, son of Atreus; you should not love him, lest you be hated by me who love you.
§9.615καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ· §9.616ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
It is well that you should vex him who vexes me; reign equal with me, and share half my honor.
§9.617οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων §9.618εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι §9.619φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν. §9.620ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ §9.621Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα §9.622ἐκ κλισίης νόστοιο μεδοίατο·
These men shall bear the message, but do you abide here and sleep on a soft bed; and with the appearing of dawn we will take counsel whether to return to our own land or to abide." He spoke, and nodded with his brows in silence to Patroclus, to strew a thick bed for Phoenix, so that they might straightway think of returning from the hut.
τοῖσι δʼ ἄρʼ Αἴας §9.623ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε· §9.624διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ §9.625ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ §9.626τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα §9.627χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα §9.628οἵ που νῦν ἕαται ποτιδέγμενοι.
But among them spoke Ajax, godlike Ajax, son of Telamon, and said: "Zeus-born son of Laertes, Odysseus of many wiles, let us go; for I do not think the end of our quest will be reached by this path; and we must with speed report the message to the Danaans, though it be no good one, who, I suppose, now sit waiting.
αὐτάρ Ἀχιλλεὺς §9.629ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν §9.630σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων §9.631τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων §9.632νηλής·
But Achilles has put a savage and proud spirit in his breast, unyielding as he is; nor does he care for the love of his companions, wherewith we honored him by the ships above all others, pitiless one!
καὶ μέν τίς τε κασιγνήτοιο φονῆος §9.633ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος· §9.634καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας, §9.635τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ §9.636ποινὴν δεξαμένῳ·
And yet a man accepts recompense from the slayer of his brother, or for his son that is dead; and the slayer abides in his own land, having paid a great price, and the heart and proud spirit of the other are appeased when he has accepted the price.
σοὶ δʼ ἄληκτόν τε κακόν τε §9.637θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης §9.638οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας, §9.639ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν, §9.640αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν §9.641πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων
But as for you, the gods have put in your breast an unappeasable and evil spirit because of a girl, one only; whereas now we offer you seven, outstandingly the best, and many other things besides; then do you make your heart placable, and respect your own roof; for we are guests under your roof, sent from the host of the Danaans, and we are eager to be closest to you of all."