§33ἔπειτʼ εἰ καὶ τυγχάνομεν ἀμφότεροι ψευδῆ λέγοντες, ἀλλʼ οὖν ἐγὼ μὲν κέχρημαι τούτοις τοῖς λόγοις, οἷσπερ χρὴ τοὺς ἐπαινοῦντας, σὺ δʼ οἷς προσήκει τοὺς λοιδοροῦντας·
Furthermore, even if we both happen to be speaking falsely, yet at any rate I have used those arguments which those who praise ought to use, while you have used those which befit those who abuse.
ὥστʼ οὐ μόνον τῆς ἀληθείας αὐτῶν ἀλλὰ καὶ τῆς ἰδέας ὅλης διʼ ἧς εὐλογεῖν δεῖ, φαίνει διημαρτηκώς.
Consequently, you appear to have missed completely not only the truth of these matters but also the entire form through which one must praise.
§34χωρὶς δὲ τούτων εἰ δεῖ τῶν σῶν ἀπαλλαγέντα τὸν ἐμὸν λόγον ἐξετάζειν, οὐδεὶς ἂν αὐτῷ δικαίως ἐπιπλήξειεν.
But apart from these things, if, having got rid of your argument, it is necessary to examine mine, no one could justly censure it.
εἰ μὲν γὰρ ἄλλος τις ἦν φανερὸς ὁ ταῦτα πράξας, ἁγώ φημι γεγενῆσθαι διʼ ἐκεῖνον, ὁμολογῶ λίαν εἶναι τολμηρός, εἰ περὶ ὧν ἅπαντες ἐπίστανται,
For if there were some other manifest person who had done these things which I say came about through him, I admit that I would be exceedingly bold if, concerning things which everyone knows, I were attempting to persuade you to change your mind about them.
§35περὶ τούτων μεταπείθειν ἐπιχειρῶ. νῦν δʼ ἐν κοινῷ τῶν πραγμάτων ὄντων καὶ δοξάσαι δέον περὶ αὐτῶν, τίνʼ ἄν τις τῶν ἐκεῖ καθεστώτων ἐκ τῶν εἰκότων σκοπούμενος αἰτιώτερον εἶναι νομίσειεν ἢ τὸν ἐκ Ποσειδῶνος μὲν γεγονότα, πρὸς δὲ μητρὸς ἀπὸ Διὸς ὄντα, μεγίστην δὲ δύναμιν τῶν καθʼ αὑτὸν κτησάμενον καὶ παρὰ τοῖς ἄλλοις ὀνομαστότατον γεγενημένον;
But as it is, since the matters are common ground and it is necessary to form an opinion about them, whom, looking at it from what is probable, would anyone consider to be more responsible for the institutions established there than one who was born of Poseidon, and on his mother’s side was from Zeus, and acquired the greatest power of those of his time and became the most famous among others?
οὐ γὰρ δή που τοὺς ἁπάντων τούτων ἀπολελειμμένους προσήκει μᾶλλον ἢ κεῖνον τηλικούτων ἀγαθῶν εὑρετὰς γενέσθαι.
For surely it does not befit those who fall short of all these things, rather than him, to become the discoverers of such great goods.
§36καὶ μὲν δὴ καὶ τοῖς χρόνοις ῥᾳδίως ἄν τις τοὺς λόγους τοὺς τῶν λοιδορούντων ἐκεῖνον ψευδεῖς ὄντας ἐπιδείξειεν.
And indeed, one could also easily demonstrate from the times that the arguments of those who abuse him are false.
οἱ γὰρ αὐτοὶ τῆς τε Βουσίριδος ξενοφονίας κατηγοροῦσι καί φασιν αὐτὸν ὑφʼ Ἡρακλέους ἀποθανεῖν·
For the same people accuse Busiris of murdering strangers and say that he was killed by Heracles.
§37ὁμολογεῖται δὲ παρὰ πάντων τῶν λογοποιῶν Περσέως τοῦ Διὸς καὶ Δανάης Ἡρακλέα μὲν εἶναι τέτταρσι γενεαῖς νεώτερον, Βούσιριν δὲ πλέον ἢ διακοσίοις ἔτεσι πρεσβύτερον.
But it is agreed by all the chroniclers that Heracles was younger by four generations than Perseus, the son of Zeus and Danae, and Busiris was older by more than two hundred years.
καίτοι τὸν βουλόμενον ἀπολύσασθαι τὴν ὑπὲρ ἐκείνου διαβολὴν πῶς οὐκ ἄτοπόν ἐστι ταύτην τὴν πίστιν παραλιπεῖν, τὴν οὕτως ἐναργῆ καὶ τηλικαύτην δύναμιν ἔχουσαν;
And yet, for one who wishes to dispel the slander on his behalf, how is it not strange to pass over this proof, which is so manifest and has such great power?
§38ἀλλὰ γὰρ οὐδέν σοι τῆς ἀληθείας ἐμέλησεν, ἀλλὰ ταῖς τῶν ποιητῶν βλασφημίαις ἐπηκολούθησας, οἳ δεινότερα μὲν πεποιηκότας καὶ πεπονθότας ἀποφαίνουσι τοὺς ἐκ τῶν ἀθανάτων γεγονότας ἢ τοὺς ἐκ τῶν ἀνθρώπων τῶν ἀνοσιωτάτων, τοιούτους δὲ λόγους περὶ αὐτῶν τῶν θεῶν εἰρήκασιν, οἵους οὐδεὶς ἂν περὶ τῶν ἐχθρῶν εἰπεῖν τολμήσειεν·
But in fact, you cared nothing for the truth, but followed the blasphemies of the poets, who show those born of the immortals as having done and suffered more terrible things than the most unholy of men, and have spoken such things about the gods themselves as no one would dare to say about his enemies.
οὐ γὰρ μόνον κλοπὰς καὶ μοιχείας καὶ παρʼ ἀνθρώποις θητείας αὐτοῖς ὠνείδισαν, ἀλλὰ καὶ παίδων βρώσεις καὶ πατέρων ἐκτομὰς καὶ μητέρων δεσμοὺς καὶ πολλὰς ἄλλας ἀνομίας κατʼ αὐτῶν ἐλογοποίησαν.
For they not only reproached them with thefts, adulteries, and service among humans, but also composed stories against them of devouring children, castrating fathers, binding mothers, and many other lawless deeds.
§39ὑπὲρ ὧν τὴν μὲν ἀξίαν δίκην οὐκ ἔδοσαν, οὐ μὴν ἀτιμώρητοί γε διέφυγον, ἀλλʼ οἱ μὲν αὐτῶν ἀλῆται καὶ τῶν καθʼ ἡμέραν ἐνδεεῖς κατέστησαν, οἱ δʼ ἐτυφλώθησαν, ἄλλος δὲ φεύγων τὴν πατρίδα καὶ τοῖς οἰκειοτάτοις πολεμῶν ἅπαντα τὸν χρόνον διετέλεσεν, Ὀρφεὺς δʼ ὁ μάλιστα τούτων τῶν λόγων ἁψάμενος, διασπασθεὶς τὸν βίον ἐτελεύτησεν·
For which indeed they did not suffer the deserved punishment, yet they did not escape unpunished either; but some of them became wanderers and in need of daily food, others were blinded, and another spent his whole life in exile from his country, fighting against his closest kin; and Orpheus, who especially touched upon these stories, died by being torn to pieces.
ὥστʼ ἢν σωφρονῶμεν, §40οὐ μιμησόμεθα τοὺς λόγους τοὺς ἐκείνων, οὐδὲ περὶ μὲν τῆς πρὸς ἀλλήλους κακηγορίας νομοθετήσομεν, τῆς δʼ εἰς τοὺς θεοὺς παρρησίας ὀλιγωρήσομεν, ἀλλὰ φυλαξόμεθα καὶ νομιοῦμεν ὁμοίως ἀσεβεῖν τούς τε λέγοντας τὰ τοιαῦτα καὶ τοὺς πιστεύοντας αὐτοῖς.
So if we are wise, we shall not imitate their words, nor shall we legislate concerning slander against one another but neglect freedom of speech against the gods; rather, we shall guard against it and believe that those who speak such things and those who believe them are equally impious.
§41ἐγὼ μὲν οὖν οὐχ ὅπως τοὺς θεούς, ἀλλʼ οὐδὲ τοὺς ἐξ ἐκείνων γεγονότας οὐδεμιᾶς ἡγοῦμαι κακίας μετασχεῖν, ἀλλʼ αὐτούς τε πάσας ἔχοντας τὰς ἀρετὰς φῦναι καὶ τοῖς ἄλλοις τῶν καλλίστων ἐπιτηδευμάτων ἡγεμόνας καὶ διδασκάλους γεγενῆσθαι.
I, then, believe that not only the gods, but not even those born of them, had any share in wickedness, but that they themselves were born possessing all virtues and became leaders and teachers of the most beautiful pursuits for others.
καὶ γὰρ ἄλογον, εἰ τῆς μὲν ἡμετέρας εὐπαιδίας εἰς τοὺς θεοὺς τὴν αἰτίαν ἀναφέρομεν, τῆς δὲ σφετέρας αὐτῶν μηδὲν αὐτοὺς φροντίζειν νομίζοιμεν.
For indeed it is unreasonable if, while we attribute the cause of our own good upbringing to the gods, we should think that they themselves did not care at all for their own offspring.