§44καὶ μὴ θαυμάσῃς εἰ πολλὰ τῶν εἰρημένων οὐ πρέπει σοι πρὸς τὴν νῦν παροῦσαν ἡλικίαν.
And do not wonder if many of the things said do not suit you for your present age.
οὐδὲ γὰρ ἐμὲ τοῦτο διέλαθεν· ἀλλὰ προειλόμην διὰ τῆς αὐτῆς πραγματείας ἅμα τοῦ τε παρόντος βίου συμβουλίαν ἐξενεγκεῖν καὶ τοῦ μέλλοντος χρόνου παράγγελμα καταλιπεῖν.
For this has not escaped my notice either; but I chose beforehand through the same work to bring out counsel for your present life and at the same time to leave behind instruction for the future time.
τὴν μὲν γὰρ τούτων χρείαν ῥᾳδίως εἰδήσεις, τὸν δὲ μετʼ εὐνοίας συμβουλεύοντα χαλεπῶς εὑρήσεις.
For you will easily know the use of these, but you will find it difficult to find one who counsels with goodwill.
ὅπως οὖν μὴ παρʼ ἑτέρου τὰ λοιπὰ ζητῇς, ἀλλʼ ἐντεῦθεν ὥσπερ ἐκ ταμιείου προφέρῃς, ᾠήθην δεῖν μηδὲν παραλιπεῖν ὧν ἔχω σοι συμβουλεύειν.
Therefore, so that you may not seek the rest from another, but may bring them forth from here as if from a storehouse, I thought it necessary to leave out nothing of what I have to counsel you.
§45πολλὴν δʼ ἂν τοῖς θεοῖς χάριν σχοίην, εἰ μὴ διαμάρτοιμι τῆς δόξης ἧς ἔχων περὶ σοῦ τυγχάνω.
And I would feel great gratitude to the gods, if I should not miss the expectation which I happen to have concerning you.
τῶν μὲν γὰρ ἄλλων τοὺς πλείστους εὑρήσομεν, ὥσπερ τῶν σιτίων τοῖς ἡδίστοις μᾶλλον ἢ τοῖς ὑγιεινοτάτοις χαίροντας, οὕτω καὶ τῶν φίλων τοῖς συνεξαμαρτάνουσι πλησιάζοντας, ἀλλʼ οὐ τοῖς νουθετοῦσι.
For we shall find that most of other men, just as they delight in the most pleasant of foods rather than the healthiest, so also they associate with those of their friends who share in their sins, but not with those who admonish them.
σὲ δὲ νομίζω τοὐναντίον τούτων ἐγνωκέναι, τεκμηρίῳ χρώμενος τῇ περὶ τὴν ἄλλην παιδείαν φιλοπονία· τὸν γὰρ αὑτῷ τὰ βέλτιστα πράττειν ἐπιτάττοντα, τοῦτον εἰκὸς καὶ τῶν ἄλλων τοὺς ἐπὶ τὴν ἀρετὴν παρακαλοῦντας ἀποδέχεσθαι.
But I think that you have decided the opposite of these, using as proof your industry concerning your other education; for it is natural that he who commands himself to do what is best should also accept those of others who exhort him to virtue.
§46μάλιστα δʼ ἂν παροξυνθείης ὀρέγεσθαι τῶν καλῶν ἔργων, εἰ καταμάθοις ὅτι καὶ τὰς ἡδονὰς ἐκ τούτων μάλιστα γνησίως ἔχομεν.
And you would be most encouraged to desire beautiful deeds, if you should understand that we have even our pleasures most genuinely from these.
ἐν μὲν γὰρ τῷ ῥᾳθυμεῖν καὶ τὰς πλησμονὰς ἀγαπᾶν εὐθὺς αἱ λῦπαι ταῖς ἡδοναῖς παραπεπήγασι, τὸ δὲ περὶ τὴν ἀρετὴν φιλοπονεῖν καὶ σωφρόνως τὸν αὑτοῦ βίον οἰκονομεῖν ἀεὶ τὰς τέρψεις εἰλικρινεῖς καὶ βεβαιοτέρας ἀποδίδωσι·
For in being idle and loving surfeits, pains are immediately attached to the pleasures, but to be industrious concerning virtue and to manage one's own life temperately always yields pleasures that are pure and more secure.
§47κἀκεῖ μὲν πρότερον ἡσθέντες ὕστερον ἐλυπήθημεν, ἐνταῦθα δὲ μετὰ τὰς λύπας τὰς ἡδονὰς ἔχομεν.
And in the former case, having first been pleased, we were later grieved, but in the latter, we have the pleasures after the pains.
ἐν πᾶσι δὲ τοῖς ἔργοις οὐχ οὕτω τῆς ἀρχῆς μνημονεύομεν, ὡς τῆς τελευτῆς αἴσθησιν λαμβάνομεν· τὰ γὰρ πλεῖστα τῶν περὶ τὸν βίον οὐ διʼ αὐτὰ τὰ πράγματα ποιοῦμεν, ἀλλὰ τῶν ἀποβαινόντων ἕνεκεν διαπονοῦμεν.
In all actions, we do not remember the beginning so much as we receive the perception of the end; for we do not do most of the things concerning life for the sake of the deeds themselves, but we labor for the sake of the outcomes.
§48ἐνθυμοῦ δʼ ὅτι τοῖς μὲν φαύλοις ἐνδέχεται τὰ τυχόντα πράττειν· εὐθὺς γὰρ τοῦ βίου τοιαύτην πεποίηνται τὴν ὑπόθεσιν·
And consider that it is possible for the base to do ordinary things; for they have made such a premise of life from the very beginning.
τοῖς δὲ σπουδαίοις οὐχ οἷόν τε τῆς ἀρετῆς ἀμελεῖν διὰ τὸ πολλοὺς ἔχειν τοὺς ἐπιπλήττοντας.
But for the earnest, it is not possible to neglect virtue because of having many who censure them.
πάντες γὰρ μισοῦσιν οὐχ οὕτω τοὺς ἐξαμαρτάνοντας ὡς τοὺς ἐπιεικεῖς μὲν φήσαντας εἶναι, μηδὲν δὲ τῶν τυχόντων διαφέροντας, §49εἰκότως· ὅπου γὰρ τοὺς τῷ λόγῳ μόνον ψευδομένους ἀποδοκιμάζομεν, ἦ πού γε τοὺς τῷ βίῳ παντὶ ἐλαττουμένους οὐ φαύλους εἶναι φήσομεν;
For all people hate not so much those who commit errors as those who, having claimed to be fair, differ in no way from ordinary people, and reasonably so; for where we reject those who lie in word alone, surely we shall say that those who fall short in their whole life are wicked.
δικαίως δʼ ἂν τοὺς τοιούτους ὑπολάβοιμεν μὴ μόνον εἰς αὑτοὺς ἁμαρτάνειν, ἀλλὰ καὶ τῆς τύχης εἶναι προδότας· ἡ μὲν γὰρ αὐτοῖς χρήματα καὶ δόξαν καὶ φίλους ἐνεχείρισεν, οἱ δὲ σφᾶς αὐτοὺς ἀναξίους τῆς ὑπαρχούσης εὐδαιμονίας κατέστησαν.
And we would justly suppose that such people not only err against themselves, but are also betrayers of fortune; for fortune entrusted to them wealth and glory and friends, but they made themselves unworthy of the existing happiness.
§50εἰ δὲ δεῖ θνητὸν ὄντα τῆς τῶν θεῶν στοχάσασθαι διανοίας, ἡγοῦμαι κἀκείνους ἐπὶ τοῖς οἰκειοτάτοις μάλιστα δηλῶσαι πῶς ἔχουσι πρὸς τοὺς φαύλους καὶ τοὺς σπουδαίους τῶν ἀνθρώπων.
And if, being mortal, it is necessary to conjecture the mind of the gods, I think that they too have shown most clearly in the case of those closest to them how they feel toward the base and the earnest of men.
Ζεὺς γὰρ Ἡρακλέα καὶ Τάνταλον γεννήσας, ὡς οἱ μῦθοι λέγουσι καὶ πάντες πιστεύουσι, τὸν μὲν διὰ τὴν ἀρετὴν ἀθάνατον ἐποίησε, τὸν δὲ διὰ τὴν κακίαν ταῖς μεγίσταις τιμωρίαις ἐκόλασεν.
For Zeus, having begotten Heracles and Tantalus, as the myths say and all believe, made the former immortal because of his virtue, but punished the latter with the greatest punishments because of his wickedness.
§51οἷς δεῖ παραδείγμασι χρωμένους ὀρέγεσθαι τῆς καλοκαγαθίας, καὶ μὴ μόνον τοῖς ὑφʼ ἡμῶν εἰρημένοις ἐμμένειν, ἀλλὰ καὶ τῶν ποιητῶν τὰ βέλτιστα μανθάνειν, καὶ τῶν ἄλλων σοφιστῶν, εἴ τι χρήσιμον εἰρήκασιν, §52ἀναγιγνώσκειν. ὥσπερ γὰρ τὴν μέλιτταν ὁρῶμεν ἐφʼ ἅπαντα μὲν τὰ βλαστήματα καθιζάνουσαν, οὕτω δεῖ καὶ τοὺς παιδείας ὀρεγομένους μηδενὸς μὲν ἀπείρως ἔχειν, πανταχόθεν δὲ τὰ χρήσιμα συλλέγειν.
Using these examples, we must desire noble virtue, and not only abide by the things said by me, but also learn the best things of the poets, and read of the other sophists if they have said anything useful, for we see the bee settling upon all the buds, so also those who desire education must be inexperienced in nothing, but must collect what is useful from everywhere.
μόλις γὰρ ἄν τις ἐκ ταύτης τῆς ἐπιμελείας τὰς τῆς φύσεως ἁμαρτίας ἐπικρατήσειεν.
For with difficulty would one overcome the defects of nature by this care.