§3.1οὕτω δὲ τῷ δήμῳ τὴν δικαιοτάτην ἡδονὴν ἀποδοὺς ὁ Καῖσαρ, αὐτὸς ἰδίας ἔχθρας οὐδενὶ τοπαράπαν ἐμνησικάκησε, τοῖς δὲ πολλοῖς χαριζόμενος οὐκ ἔφευγε τὸ πρῶτον ἐν τοῖς θεάτροις Νέρων προσαγορεύεσθαι· καί τινων εἰκόνας Νέρωνος εἰς τοὐμφανὲς προθεμένων οὐκ ἐκώλυσε.
Thus, having rendered to the people this most just pleasure, Caesar himself bore absolutely no grudge against anyone on account of private enmities, and, to gratify the multitude, he did not at first object to being addressed as "Nero" in the theatres; and when some exposed to public view images of Nero, he did not prevent them.
§3.2Κλούβιος δὲ Ῥοῦφος εἰς Ἰβηρίαν φησὶ κομισθῆναι διπλώματα, οἷς ἐκπέμπουσι τοὺς γραμματηφόρους, τὸ τοῦ Νέρωνος θετὸν ὄνομα προσγεγραμμένον ἔχοντα τῷ τοῦ Ὄθωνος.
But Cluvius Rufus says that official passports, with which they dispatch couriers, were brought to Spain, having the adoptive name of Nero written in addition to that of Otho.
οὐ μὴν ἀλλὰ τοὺς πρώτους καί κρατίστους αἰσθόμενος ἐπὶ τούτῳ δυσχεραίνοντας ἐπαύσατο.
Nevertheless, on perceiving that the foremost and most powerful citizens were displeased at this, he ceased.
τοιαύτην δὲ τῆς ἡγεμονίας κατάστασιν αὐτῷ λαμβανούσης, οἱ μισθοφόροι χαλεποὺς παρεῖχον ἑαυτούς, ἀπιστεῖν παρακελευόμενοι καί φυλάττεσθαι καί κολούειν τοὺς ἀξιολόγους, εἴτʼ ἀληθῶς φοβούμενοι διʼ εὔνοιαν, εἴτε προφάσει χρώμενοι ταύτῃ τοῦ ταράττειν καί πολεμοποιεῖν.
And while his rule was assuming such a character, the mercenaries showed themselves troublesome, exaggeratingly exhorting him to distrust, guard against, and curtail the power of notable men, whether they were truly afraid out of goodwill, or were using this as a pretext for causing disturbance and making war.
§3.3Κρισπῖνον δὲ πέμψαντος αὐτοῦ τὴν ἑπτακαιδεκάτην σπεῖραν Ὠστίας ἀπάξοντα, κἀκείνου νυκτὸς ἔτι συσκευαζομένου καί τὰ ὅπλα ταῖς ἁμάξαις ἐπιτιθέντος, οἱ θρασύτατοι πάντες ἐβόων οὐδὲν ὑγιὲς τὸν Κρισπῖνον ἥκειν διανοούμενον, ἀλλὰ τὴν σύγκλητον ἐπιχειρεῖν πράγμασι νεωτέροις, καὶ τὰ ὅπλα κατὰ Καίσαρος, οὐ Καίσαρι παρακομίζεσθαι.
And when Otho sent Crispinus to fetch the seventeenth cohort from Ostia, and while the latter was still packing up by night and putting the arms onto the wagons, all the most audacious shouted that Crispinus was come with no good intention, but that the senate was attempting a revolution, and that the arms were being conveyed against Caesar, not for Caesar.
§3.4τοῦ δὲ λόγου πολλῶν ἁπτομένου καί παροξύνοντος, οἱ μὲν ἐπελαμβάνοντο τῶν ἁμαξῶν, οἱ δὲ τοὺς ἐνισταμένους ἑκατοντάρχας δύο καί τὸν Κρισπῖνον αὐτὸν ἀπέκτειναν, πάντες δὲ διασκευασάμενοι καί παρακαλέσαντες ἀλλήλους Καίσαρι βοηθεῖν ἤλαυνον εἰς τὴν Ῥώμην καί πυθόμενοι παρʼ αὐτῷ δειπνεῖν ὀγδοήκοντα συγκλητικούς, ἐφέροντο πρὸς τὰ βασίλεια, νῦν καιρὸν εἶναι λέγοντες ἐν ταὐτῷ πάντας ἀνελεῖν τοὺς Καίσαρος πολεμίους.
And when this talk seized upon and provoked many, some laid hold of the wagons, while others killed the two centurions who opposed them and Crispinus himself; and all, having armed themselves and exhorted one another to succour Caesar, marched to Rome, and on learning that eighty senators were dining with him, they rushed towards the palace, saying that now was the opportunity to destroy all Caesar's enemies together in one place.
§3.5ἡ μὲν οὖν πόλις ὡς αὐτίκα διαρπαγησομένη θόρυβον εἶχε πολύν, ἐν δὲ τοῖς βασιλείοις ἦσαν διαδρομαί, καί τὸν Ὄθων α δεινὴ κατελάμβανεν ἀπορία.
The city, therefore, as if on the point of being immediately plundered, was in great tumult, and in the palace there was running to and fro, and Otho was seized with a terrible perplexity.
φοβούμενος γὰρ ὑπὲρ τῶν ἀνδρῶν αὐτὸς ἦν φοβερὸς ἐκείνοις, καί πρὸς αὑτὸν ἀνηρτημένους ἑώρα ταῖς ὄψεσιν ἀναύδους καί περιδεεῖς, ἐνίους καί μετὰ γυναικῶν ἥκοντας ἐπὶ τὸ δεῖπνον.
For while he was afraid for the men, he was himself an object of fear to them, and he saw them, with their eyes fixed on him, speechless and terrified, some having come to the dinner even with their wives.
§3.6ἅμα δὲ τοὺς ἐπάρχους ἀπέστελλε τοῖς στρατιώταις διαλέγεσθαι καί πραΰνειν κελεύσας, ἅμα δὲ τοὺς κεκλημένους ἄνδρας ἀναστήσας καθʼ ἑτέρας θύρας ἀφῆκε·
And at one and the same time he sent the prefects to parley with the soldiers and bade them pacify them, and made his invited guests rise and dismissed them by other doors.
καί μικρὸν ἔφθησαν ὑπεκφυγόντες, διὰ τῶν μισθοφόρων ὠθουμένων εἰς τὸν ἀνδρῶνα καί πυνθανομένων τί γεγόνασιν οἱ Καίσαρος πολέμιοι.
And they succeeded in escaping only a moment before the mercenaries forced their way into the male apartment and asked what had become of Caesar's enemies.
§3.7τότε μὲν οὖν ὀρθὸς ἀπὸ τῆς κλίνης πολλὰ παρηγορήσας καί δεηθεὶς καί μηδὲ δακρύων φεισάμενος μόλις ἀπέπεμψεν αὐτούς·
Then, rising upright from his couch, and offering many consolations and entreaties, not even sparing tears, he with difficulty dismissed them.
τῇ δʼ ὑστεραίᾳ δωρησάμενος ἅπαντας κατʼ ἄνδρα χιλίαις καί διακοσίαις καί πεντήκοντα δραχμαῖς εἰσῆλθεν εἰς τὸ στρατόπεδον, §3.8καί τὸ μὲν πλῆθος ἐπῄνεσεν, ὡς πρὸς αὐτὸν εὔνουν καί πρόθυμον, ὀλίγους δέ τινας οὐκ ἐπʼ ἀγαθῷ φήσας ὑποικουρεῖν, διαβάλλοντας αὐτοῦ τὴν μετριότητα καί τὴν ἐκείνων εὐστάθειαν, ἠξίου συναγανακτεῖν καί συγκολάζειν.
And on the following day, having presented everyone, man by man, with twelve hundred and fifty drachmas, he entered the camp, and he praised the multitude as well-disposed and zealous towards him, but saying that some few were lurking among them for no good purpose, slandering his moderation and their constancy, he requested them to share his indignation and join in punishing them.
ἐπαινούντων δὲ πάντων καί κελευόντων, δύο μόνους παραλαβών, οἷς οὐδεὶς ἔμελλεν ἄχθεσθαι κολασθεῖσιν, ἀπηλλάγη.
And when all applauded and bade him do so, he took only two, at whose punishment no one was likely to be vexed, and departed.