§14.1καλλίω δὲ καὶ τὰ λάφυρα πομπευόμενα παρεῖχεν ὄψιν, Ἑλληνικὰ κράνη καὶ πέλται Μακεδονικαὶ καὶ σάρισαι.
And the spoils, as they were carried in the procession, presented an even more beautiful sight: Greek helmets, Macedonian targets (peltae), and sarissas.
τό τε τῶν χρημάτων πλῆθος οὐκ ὀλίγον ἦν, ὡς ἀναγράφουσιν οἱ περὶ Τουδιτανὸν ἐν τῷ θριάμβῳ κομισθῆναι χρυσίου μὲν συγκεχωνευμένου λίτρας τρισχιλίας ἑπτακοσίας δεκατρεῖς, ἀργύρου δὲ τετρακισμυρίας τρισχιλίας διακοσίας ἑβδομήκοντα, §14.2Φιλιππείους δὲ χρυσοῦς μυρίους τετρακισχιλίους πεντακοσίους δεκατέσσαρας, χωρὶς δὲ τούτων τὰ χίλια τάλαντα Φίλιππος ὤφειλεν.
Nor was the amount of money small; as Tuditanus and his followers write, there were carried in the triumph three thousand seven hundred and thirteen pounds of melted gold, forty-three thousand two hundred and seventy pounds of silver, and fourteen thousand five hundred and fourteen gold Philippics, besides the one thousand talents which Philip owed.
ἀλλὰ ταῦτα μὲν ὕστερον ἐπείσθησαν Ῥωμαῖοι, μάλιστα τοῦ Τίτου συμπράξαντος, ἀφεῖναι τῷ Φιλίππῳ, καὶ σύμμαχον ἐψηφίσαντο, καὶ τὸν υἱὸν ἀπήλλαξαν αὐτῷ τῆς ὁμηρείας.
But the Romans were afterwards persuaded, chiefly through the exertion of Titus, to remit this debt to Philip; they voted him an ally, and released his son from hostage.