§6.74.1τὸ δ’ ἐν τῇ Κατάνῃ στράτευμα τῶν Ἀθηναίων ἔπλευσεν εὐθὺς ἐπὶ Μεσσήνην ὡς προδοθησομένην.
And the Athenian army in Catana sailed immediately against Messene, in the expectation that it would be betrayed.
καὶ ἃ μὲν ἐπράσσετο οὐκ ἐγένετο· Ἀλκιβιάδης γὰρ ὅτ’ ἀπῄει ἐκ τῆς ἀρχῆς ἤδη μετάπεμπτος, ἐπιστάμενος ὅτι φεύξοιτο, μηνύει τοῖς τῶν Συρακοσίων φίλοις τοῖς ἐν τῇ Μεσσήνῃ ξυνειδὼς τὸ μέλλον· οἱ δὲ τούς τε ἄνδρας διέφθειραν πρότερον καὶ τότε στασιάζοντες καὶ ἐν ὅπλοις ὄντες ἐπεκράτουν μὴ δέχεσθαι τοὺς Ἀθηναίους οἱ ταῦτα βουλόμενοι.
And what was being negotiated did not come to pass; for Alcibiades, when he was already being recalled and leaving his command, knowing that he would be exiled, disclosed the plot to the friends of the Syracusans in Messene, as he was privy to what was intended; and they had already put those men to death beforehand, and at that time, rising in faction and being under arms, those who wished for this prevailed so that they did not admit the Athenians.
§6.74.2ἡμέρας δὲ μείναντες περὶ τρεῖς καὶ δέκα οἱ Ἀθηναῖοι ὡς ἐχειμάζοντο καὶ τὰ ἐπιτήδεια οὐκ εἶχον καὶ προυχώρει οὐδέν, ἀπελθόντες ἐς Νάξον καὶ ὅρια καὶ σταυρώματα περὶ τὸ στρατόπεδον ποιησάμενοι αὐτοῦ διεχείμαζον·
The Athenians, having remained about thirteen days, because they were buffeted by the storm, had no provisions, and made no progress, withdrew to Naxos, and having constructed boundaries and palisades around their camp, spent the winter there.
καὶ τριήρη ἀπέστειλαν ἐς τὰς Ἀθήνας ἐπί τε χρήματα καὶ ἱππέας, ὅπως ἅμα τῷ ἦρι παραγένωνται.
And they dispatched a trireme to Athens for money and cavalry, so that they might arrive at the beginning of spring.