§6.73.1καὶ οἱ Συρακόσιοι αὐτοῦ ἀκούσαντες ἐψηφίσαντό τε πάντα ὡς ἐκέλευε καὶ στρατηγὸν αὐτόν τε εἵλοντο τὸν Ἑρμοκράτη καὶ Ἡρακλείδην τὸν Λυσιμάχου καὶ Σικανὸν τὸν Ἐξηκέστου, τούτους τρεῖς,
And the Syracusans, having heard him, voted for everything just as he urged, and chose as generals Hermocrates himself, Heracleides the son of Lysimachus, and Sicanus the son of Execestus, these three.
§6.73.2καὶ ἐς τὴν Κόρινθον καὶ ἐς τὴν Λακεδαίμονα πρέσβεις ἀπέστειλαν, ὅπως ξυμμαχία τε αὐτοῖς παραγένηται καὶ τὸν πρὸς Ἀθηναίους πόλεμον βεβαιότερον πείθωσι ποιεῖσθαι ἐκ τοῦ προφανοῦς ὑπὲρ σφῶν τοὺς Λακεδαιμονίους, ἵνα ἢ ἀπὸ τῆς Σικελίας ἀπαγάγωσιν αὐτοὺς ἢ πρὸς τὸ ἐν Σικελίᾳ στράτευμα ἧσσον ὠφελίαν ἄλλην ἐπιπέμπωσιν.
They also sent envoys to Corinth and Lacedaemon, so that an alliance might be made with them, and that they might persuade the Lacedaemonians to wage the war against the Athenians more resolutely and openly on their behalf, in order that the Athenians might either withdraw their forces from Sicily or send less other reinforcement to the army in Sicily.