§5.33.1Λακεδαιμόνιοι δὲ τοῦ αὐτοῦ θέρους πανδημεὶ ἐστράτευσαν, Πλειστοάνακτος τοῦ Παυσανίου Λακεδαιμονίων Βασιλέως ἡγουμένου, τῆς Ἀρκαδίας ἐς Παρρασίους, Μαντινέων ὑπηκόους ὄντας, κατὰ στάσιν ἐπικαλεσαμένων σφᾶς, ἅμα δὲ καὶ τὸ ἐν Κυψέλοις τεῖχος ἀναιρήσοντες, ἢν δύνωνται, ὃ ἐτείχισαν Μαντινῆς καὶ αὐτοὶ ἐφρούρουν, ἐν τῇ Παρρασικῇ κείμενον ἐπὶ τῇ Σκιρίτιδι τῆς Λακωνικῆς.
In the course of the same summer, the Lacedaemonians also, with their whole force, under the command of Pleistoanax son of Pausanias, king of the Lacedaemonians, made an expedition into the territory of the Parrhasians in Arcadia, who were subjects of the Mantineans, having been invited by them on account of a faction, and at the same time intending, if they could, to demolish the fort at Cypsela, which the Mantineans had built and were themselves garrisoning, situated in the Parrhasian territory on the border of Sciritis in Laconia.
§5.33.2καὶ οἱ μὲν Λακεδαιμόνιοι τὴν γῆν τῶν Παρρασίων ἐδῄουν, οἱ δὲ Μαντινῆς τὴν πόλιν Ἀργείοις φύλαξι παραδόντες αὐτοὶ τὴν ξυμμαχίδα ἐφρούρουν· ἀδύνατοι δ’ ὄντες διασῶσαι τό τε ἐν Κυψέλοις τεῖχος καὶ τὰς ἐν Παρρασίοις πόλεις ἀπῆλθον.
And the Lacedaemonians ravaged the land of the Parrhasians, while the Mantineans, having committed their own city to Argive guards, themselves garrisoned their allied territory; but being unable to save both the fort at Cypsela and the cities in Parrhasia, they withdrew.
§5.33.3Λακεδαιμόνιοι δὲ τούς τε Παρρασίους αὐτονόμους ποιήσαντες καὶ τὸ τεῖχος καθελόντες ἀνεχώρησαν ἐπ’ οἴκου.
The Lacedaemonians, after making the Parrhasians independent and demolishing the fort, returned home.