§1.55.1οὕτω μὲν ἑκάτεροι νικᾶν ἠξίουν·
In this way, then, each side claimed the victory.
οἱ δὲ Κορίνθιοι ἀποπλέοντες ἐπ’ οἴκου Ἀνακτόριον, ὅ ἐστιν ἐπὶ τῷ στόματι τοῦ Ἀμπρακικοῦ κόλπου, εἷλον ἀπάτῃ (ἦν δὲ κοινὸν Κερκυραίων καὶ ἐκείνων) καὶ καταστήσαντες ἐν αὐτῷ Κορινθίους οἰκήτορας ἀνεχώρησαν ἐπ’ οἴκου, καὶ τῶν Κερκυραίων ὀκτακοσίους μὲν οἳ ἦσαν δοῦλοι ἀπέδοντο, πεντήκοντα δὲ καὶ διακοσίους δήσαντες ἐφύλασσον καὶ ἐν θεραπείᾳ εἶχον πολλῇ, ὅπως αὐτοῖς τὴν Κέρκυραν ἀναχωρήσαντες προσποιήσειαν· ἐτύγχανον δὲ καὶ δυνάμει αὐτῶν οἱ πλείους πρῶτοι ὄντες τῆς πόλεως.
The Corinthians, sailing back home, took Anactorium, which is at the mouth of the Ambracian Gulf, by treachery (it was common to the Corcyraeans and themselves), and having established Corinthian settlers in it, they returned home. Of the Corcyraeans, they sold eight hundred who were slaves, but two hundred and fifty they kept in chains and guarded, treating them with great consideration, in order that, when they returned, they might win over Corcyra to their side; for it happened that most of them were, in terms of influence, the first men of the city.
§1.55.2ἡ μὲν οὖν Κέρκυρα οὕτω περιγίγνεται τῷ πολέμῳ τῶν Κορινθίων, καὶ αἱ νῆες τῶν Ἀθηναίων ἀνεχώρησαν ἐξ αὐτῆς·
Thus Corcyra survived this war with the Corinthians, and the ships of the Athenians withdrew from it.
αἰτία δὲ αὕτη πρώτη ἐγένετο τοῦ πολέμου τοῖς Κορινθίοις ἐς τοὺς Ἀθηναίους, ὅτι σφίσιν ἐν σπονδαῖς μετὰ Κερκυραίων ἐναυμάχουν.
And this was the first cause of the war for the Corinthians against the Athenians, namely, that they had fought against them at sea, in time of treaty, on the side of the Corcyraeans.