§1.56.1μετὰ ταῦτα δ’ εὐθὺς καὶ τάδε ξυνέβη γενέσθαι τοῖς Ἀθηναίοις καὶ Πελοποννησίοις διάφορα ἐς τὸ πολεμεῖν.
Immediately after this, it also happened that these further disputes arose between the Athenians and the Peloponnesians, leading to war.
§1.56.2τῶν γὰρ Κορινθίων πρασσόντων ὅπως τιμωρήσονται αὐτούς, ὑποτοπήσαντες τὴν ἔχθραν αὐτῶν οἱ Ἀθηναῖοι Ποτειδεάτας, οἳ οἰκοῦσιν ἐπὶ τῷ ἰσθμῷ τῆς Παλλήνης, Κορινθίων ἀποίκους, ἑαυτῶν δὲ ξυμμάχους φόρου ὑποτελεῖς, ἐκέλευον τὸ ἐς Παλλήνην τεῖχος καθελεῖν καὶ ὁμήρους δοῦναι, τούς τε ἐπιδημιουργοὺς ἐκπέμπειν καὶ τὸ λοιπὸν μὴ δέχεσθαι οὓς κατὰ ἔτος ἕκαστον Κορίνθιοι ἔπεμπον, δείσαντες μὴ ἀποστῶσιν ὑπό τε Περδίκκου πειθόμενοι καὶ Κορινθίων, τούς τε ἄλλους τοὺς ἐπὶ Θρᾴκης ξυναποστήσωσι ξυμμάχους.
For as the Corinthians were scheming how they might avenge themselves on them, the Athenians, suspecting their hostility, ordered the Potidaeans, who dwell on the isthmus of Pallene—being colonists of the Corinthians but tribute-paying allies of their own—to pull down the wall facing Pallene, to give hostages, to dismiss the epidemiourgoi, and for the future not to receive those whom the Corinthians sent every year, fearing lest they should revolt, persuaded by Perdiccas and the Corinthians, and should cause the other allies in the Thracian region to join in the revolt.