§27Καὶ μεθʼ ἕτερα.
此外。
Τί βούλεται λόγος ἡμῖν λέγειν ὁ κελεύων ἡμᾶς ἑορτάζειν τὴν ἑορτὴν τῶν ἀζύμων τῷ μηνὶ τῶν νέων;
那个命令我们在出产之月守无酵节的话语,究竟想要对我们说明什么?
Ἀπόθου τὸν παλαιὸν ἅνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ.
「脱去旧人和旧人的行为。
Καὶ ἵνα γε ποιήσῃς τὴν ἑορτὴν ἐν τῷ μηνὶ τῶν νέων, καὶ σὺ νέος γενοῦ, ἵνα γένηται ὁ μὴν τῆς ἑορτῆς τῶν νέων, καὶ σὸς μήν.
」并且,为了让你能在出产之月守节,你自身也要成为新的,好让这属于新人的节日之月,也成为你的月。
Νέων γὰρ, καὶ οὐ παλαιῶν ἐστιν οὗτος ὁ μήν.
因为这个月是属于新人的,而不是属于旧人的。
Πῶς οὖν δεήσει νέον καὶ σὲ γενέσθαι;
那么,要怎样才能使你也成为新的呢?
Νοήσας τὰς ἑορτὰς, τὴν ἑορτὴν τῶν νέων ὁ ἀπόστολος Παῦλός φησιν,« Ἐκδυσάμενοι τὸν παλαιὸν ἅνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατʼ εἰκόνα τοῦ κτίσαντος.
领会了这些节日,即关于新人的节日,使徒保罗说:「脱去了旧人和旧人的行为,穿上了新人,这新人照着创造他者的形象,在知识上不断更新。
» Οὐκοῦν ἵνα ἀγάγῃς τὴν ἑορτὴν ἐν μηνὶ τῶν νέων, νέον σε γενέσθαι δεῖ, καὶ πᾶσαν ἀποθέσθαι παλαιότητα.
」因此,为了让你在出产之月守节,你必须成为新的,并脱去一切旧态。
Εἶτα ποίαν ἑορτὴν πρώτην ἄγεις;
那么,你首先要守什么节日呢?
ὅτι τὴν ἑορτὴν τῶν ἀζύμων, μάνθανε ἀπὸ τοῦ Ἀποστόλου· « Τὸ γὰρ πάσχα ἡμῶν, φησὶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστός·
从使徒那里去学习吧,那就是无酵节:「因为我们的逾越节羔羊基督已经被杀献祭了。
ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλʼ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
所以我们守这节,不可用旧酵,也不可用恶毒邪恶的酵,只用诚实真正的无酵饼。
» Ἅμα δὲ συνάγαγε τὰ νενομοθετημένα περὶ τῆς ἑορτῆς τῶν ἀζύμων, καὶ ὅψει μὲν τὸ ἄλογον τῶν τῷ ῥητῷ ὡς πνευματικῷ μὴ προσεχόντων, καταφρονούντων δὲ τῶν πνευματικῶν ὡς μὴ χρησίμων.
」同时,将关于无酵节的律法规定结合起来看,你就会一方面看到那些不把字面文字当成属灵之物来关注、反而将属灵事物视为无用而加以蔑视之人的荒谬。
§28« Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός.
「谁也不可空手朝见我。
» Ἴσθι ὅτι πᾶς ἄνθρωπος ἢ κενός ἐστιν, ἢ πλήρης.
」要晓得,每个人要么是空虚的,要么是充满的。
Εἰ μὲν γὰρ οὐκ ἔγει ἅγιον Πνεῦμα, οὐκ ἔχει γνῶσιν τοῦ κτίσαντος, οὐ παρεδέξατο ζωὴν Ἰησοῦν τὸν Χριστόν· εἰ οὐκ οἶδε τὸν Πατέρα τὸν ἐν οὐρανοῖς, εἰ οὐ βιοῖ κατὰ τὸν λόγον, κατὰ τὸν νόμον οὐράνιον· οὐ σωφρονεῖ, οὐ δικαιοπραγεῖ· ὁ τοιοῦτος κενός ἐστιν.
因为,人若没有圣灵,没有创造主的知识,没有接受耶稣基督为生命;若不知道在天之父,若不按照话语、不按照天上的律法生活;若不自律、不践行公义——这样的人就是空虚的。
Εἰ δὲ κεχώρηκε τὸνεἰπόντα Θεόν· « Ἐνοικήσω ἐν αὐτοἴς, καὶ ἐμπεριπατήσω, καὶ ἕσομαι αὐτοἴς Θεὸς, »οὗτος οὐκ ἕστι κενὸς, ἀλλὰ πλήρης.
但他若接纳了曾说「我要在他们中间居住,在他们中间同行,我要作他们的神」的那位神,这个人就不是空虚的,而是充满的。
§29« Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου.
「一切男丁要在一年三次朝见主你的神。
» Τί ἐστι τὸ. ῥητὸν εἴποιμι ἄν.
」让我来解释这句经文的意思。
Ὅ πράττομεν, ἢ θῆλύ ἐστιν, ἢ ἀρσενικόν.
我们的所作所为,要么是女性化的,要么是男性化的。
Εἰ μὲν οὖν θηλυκόν ἐστιν ὅ ποιοῦμεν, ἢ σωματικόν ἐστιν, ἢ σαρκικόν.
因此,我们所做的事若是女性化的,那它要么是属身体的,要么是属肉体的。
Σπείροντες γὰρ εἰς τὴν σάρκα, ποιοῦμεν θῆλυ τὸ γέννημα τῆς ψυχῆς, οὐκ ἄῤῥεν· ἀλλʼ ἐκνενευρισμένον, ἁπαλόν τε καὶ ὑλικόν.
因为顺着肉体撒种,我们便使灵魂所结的产物成为女性化的,而非男性化的——反而是软弱无力、娇嫩且属物质的。
Εἰ μέντοι βλέποντες τὰ αἰώνια, καὶ πρὸς τοῖς κρείττοσιν ἔχοντες τὴν διάνοιαν, καρποφοροῦμεν τοὺς καρποὺς τοῦ πνεύματος, καὶ πάντα τὰ γεννήματα ἡμῶν ἄῤῥενά ἐστι.
然而,若我们注视着永恒的事物,将心思意念放在更美的事物上,结出圣灵的果子,那么我们所有的产物都是男性化的。
Τὰ τοίνυν φερόμενα ἐνώπιον τοῦ Θεοῦ, τὰ καὶ ὀφθησόμενα τῇ ὄψει τοῦ κτίσαντος, ἀρσενικά ἐστιν, οὐχὶ θήλεα.
因此,那些带到神面前、并且要在创造主眼前显现的事物,是男性化的,而非女性化的。
Οὐ γὰρ τὰ θηλυκὰ, καὶ τὰ σωματικὰ ἀξιοῖ βλέπειν ὁ Θεός.
因为神不屑于注视那些女性化的、属身体的事物。