§1.17Εὗρόν σου ἐν τῇ ἐπιστολῇ καὶ τοῦτο αὐταῖς λέξεσι τό· « Ἐπὶ δὲ πᾶσι, τοσούτων προωδοιπορηκότων προφητῶν, τῶν τε ἐξῆς οὐδεὶς ἕτερος ἑτέρου κέχρηται ῥητῷ (6) νοήματι·
我在你的信中也发现了以下原话:“此外,虽然有如此多预言家先行开路,但随后的预言家中,没有任何一个使用过另一个人的明确措辞;因为他们的言语因其真实而未显贫乏。
οὐ γὰρ ἐπτώχευσεν ὁ λόγος αὐτῶν ἀληθὴς ὤν· οὑτοσὶ δὲ, ἐκείνων θατέρῳ ἐπαπειλῶν ὑπομιμνήσκει σε (7) λέγοντος τοῦ Κυρίου· Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·
然而此人(指但以理)在威胁他们中的一个时,提醒你主曾说过:‘无辜的人和正义的人,你不可杀害。
» καὶ ἐθαύμασα, πῶς πολλὰς διατριβὰς ἕχων ἐν ταῖς ἐξετάσεσι καὶ μελέταις τῆς Γραφῆς, οὐ τετήρηκας συγχρωμένους προφήτας προφητῶν λόγοις σχεδὸν αὐταῖς λέξεσι.
’”这让我感到十分惊讶:你在圣经的探究和研读上投入了这么多精力,竟然没有注意到预言家们相互引用彼此的言语,而且几乎使用了相同的措辞。
Τίς γὰρ οὐκ οἶδε καὶ τῶν πολλῶν πιστῶν κείμενον ἐν τῷ Ἡσσΐᾳ τό· « Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὅρος Κυρίου· καὶ ὁ οἶκος τοῦ Θεοῦ (8) ἐπ᾿ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπʼ αὐτὸ πάντα τὰ ἕθνη·
因为即使在普通信徒中,又有谁不知道在《以赛亚书》中写着的这段话呢:“在末后的日子,主的山,上帝的殿,必显现在群山之巅,超乎万岭之上,万国都要奔向它。
καὶ πορεύσονται ἕθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, ἀνα εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἷκον βῶμεντοῦ Θεοῦ Ἰακώβ·
多国的人民要前行,说:‘来吧,我们登主的山,上雅各上帝的殿。
καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμσθα ἐν αὐτῇ·
祂必指示我们祂的路,我们也要行在其中。
ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐν Ἱερουσαλήμ (9).
’因为律法必出于锡安,主的言语必出于耶路撒冷。
Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ κρινεῖ λαὸν πολύν· καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἕθνος ἐπʼ ἕθνος μάχαιραν· καὶ οὐ μὴ μάθωσιν ἕτι πολεμεῖν.
祂必在各国之间施行审判,并纠正许多人;他们要将刀打成犁头,将枪打成镰刀;这国不向那国举刀,他们也不再学习战事。
» Τὸ δὲ παραπλήσιον τούτοις lὅλοις, καὶ τῇ αὐτῇ λέξει, ἐν τῷ Μιχαίᾳ οὕτως ἐστὶ γεγραμμένον· « Καὶ ἕσται ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὅρος τοῦ Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν ἐπʼ αὐτῷ λαοὶ, καὶ πορεύσονται ἕθνη πολλὰ, καὶ ἐροῦσι·
”而与这些内容极为相似且措辞相同的,在《弥迦书》中是这样写的:“在末后的日子,主的山必显现,在群山之巅立稳,超乎万岭之上;万民都要奔向它,多国的人民要前行,说:‘来吧,我们登主的山,上雅各上帝的殿。
Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὅρος (10) τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὀδὸν αὐτοῦ· καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ·
他们必指示我们祂的路,我们也要行在祂的路径中。
ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.
’因为律法必出于锡安,主的言语必出于耶路撒冷。
Καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἐπὶ ἕθνη (11) ἰσχυρὰ ἕως εἰς μακρὰν, καὶ κατακόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐκέτι μὴ ἄρῃ ἕθνος ἐπʼ ἕθνος ῥομφαίαν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν.
祂必在许多民族之间施行审判,并惩罚远方的强国;他们要将刀打成犁头,将枪打成镰刀;这国不再向那国举剑,他们也不再学习战事。
» Ἔτι δὲ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων ὁ τεταγμένος ἐν χειρὶ Ἀσὰφ, καὶ τῶν ἀδελφῶν αὐτοῦ ψαλμὸς, τοῦ αἰνεῖν τὸν Κύριον, οὗ ἡ ἀρχή· « Ἐξομολογεῖσθε καὶ ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ, » ἐν μὲν τοῖς πλείστοις κατὰ τὴν ἀρχὴν ἰσοδυναμεῖ τῷ ρδ΄ ψαλμῷ, ἕως τοῦ· « Καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε· » μετὰ δὲ τοῦτο τῷ Ϟε΄ ἀπὸ τῆς ἀρχῆς αὐτοῦ ἐγγύς πως ἐχούσης τό· « Ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ » ἕως τοῦ· « Ὅτι ἕρχεται κρῖναι τὴν γῆν.
”此外,在《历代志上》中,交在亚萨和他弟兄手中的、用以称谢主的诗篇,其开头为:“要称谢主,求告祂的名”,其开头的大部分内容与第九十四篇(七十子译本第104篇)相同,直到“不可恶待我的先知”;其后则与第九十五篇(七十子译本第95篇)开头大致相近,其中有“全地都要向主歌唱”,直到“因为祂来要审判全地”。
» Ἐπεὶ δὲ ἦν τὸ παραθέσθαι αὐτὰς τὰς λέξεις πολὺ, διὰ βραχέων πρὸς τὸ προκείμενον ταῦτα εἰρήκαμεν.
但由于将这些原文一一列出过于冗长,我们仅就眼前的论题简要地说明了这些。
Εὑρήσεις δὲ καὶ περὶ τοῦ μὴ αἵρειν βάσταγμα ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων οὐ μόνον παρὰ Μωϋσεῖ γεγραμμένον, ἀλλὰ καὶ ἐν Ἱερεμίᾳ.
你不仅能在摩西之书中,也能在《耶利米书》中找到关于在安息日不可挑担子的记载。
Καὶ περὶ τοῦ Πάσχα καὶ νόμων ἱερατικῶν εὑρήσεις παρά τε Μωῦσεῖ καὶ ἐν τοῖς τελευταίοις τοῦ Ἰεζεκιήλ.
关于逾越节和祭司的律法,你既能在摩西之书中,也能在《以西结书》的最后部分找到。
Καὶ αὐτὰς δʼ ἂν παρεθέμην τὰς λέξεις, καὶ ἅλλας πλείονας, εἰ μὴ ἑώρων ὑπὸ τῆς ὀλιγότητος τῶν ἐν Νικομηδείᾳ ἡμερῶν ἡμῶν ἀποκλειόμενον τὸνχρόνον τῆς πρὸς σὲ γραφῆς.
如果不是因为我们在尼科米底亚的日子所剩无几,从而限制了写信给你的时间,我本也会列出这些原文以及更多其他原文。
§1.18Πρὸς τούτοις ἕφασκες καὶ τὸν τῆς φράσεως χαρακτῆρα διαλλάσσειν· ὅπερ ἐμοὶ οὐ πάνυ τι ἐφάνη.
此外,你还声称文体风格有所不同,而这在我看来却完全不是那么回事。
Καὶ ταῦτα μὲν ἀπελογησάμην· ἦν δʼ ἃν προηγουμένως μετὰ τὰ ἐγκλήματα ἐγκώμιον εἰπεῖν τῆς περὶ Σωσάνναν Γραφῆς ἐπιβαίνοντα ἑκάστῃ λέξει, καὶ δεικνύντα τὸ ἐξαίρετον τῶν νενοημένων· ὅπερ ἰδίᾳ τις τῶν φιλομαθῶς καὶ ἱκανῶς μεμελετηκότων τὰ θεῖα συντάξαι δυνήσεται.
以上这些就是我的辩护;然而,本来在反驳指控之后,还可以对关于苏珊娜的圣经进行赞美,逐字逐句地阐明其中所体现的妙义,而那些热爱学习且对神圣之物有充分钻研的人,将能够独立撰写出这样的作品。
Ταῦτα πρὸς τὰ, ὡς φὴς, κρούματα ἀπεκρινάμην, καὶ ἀντιγράφω·
对于你所说的这些“攻击”,我作出了上述回答,并写此回信。
εἵθε καὶ παιδεύειν δυναίμην! νυνὶ δὲ οὐ τηλικαῦτα ἐμαυτῷ δίδωμι.
但愿我也能够教导! 但现在我并不自认为拥有如此大的能力。
Προσαγορεύει σε ὁ συναγωνισάμενος τῇ ὑπαγορεύσει τῆς ἐπιστολῆς, καὶ παρατυχὼν πάσῃ αὐτῇ, ἐν οἷς βεβούληται διορθωσάμενος, κύριός μου καὶ ἀδελφὸς ἱερὸς Ἀμβρόσιος (12).
在口述这封信时协助我、并全程在场、且按照自己的意愿进行了修改的我的主人和圣洁的兄弟安布罗修斯向你问安。
Ἀσπάζεται δέ σε καὶ ἡ πιστοτάτη σύμβιος αὐτοῦ Μαρκέλλα ἅμα τοῖς τέκνοις, καὶ Ἀνίκητος (13).
他最忠贞的配偶马克拉连同他们的孩子们,以及阿尼凯托斯也向你问安。
Σὺ τὸν καλὸν ἡμῶν πάπαν Ἀπολλινάριον (14) ἅσπασαι, καὶ τοὺς ἀγαπῶντας ἠμᾶς.
请向我们优秀的教父阿波里纳里乌斯以及所有爱我们的人问安。