Humanitext Reader

欧几里得 · 几何原本 §8.prop.2

求给定比中指定个数的连比例最小数

第 129 段,共 316 段 · 希腊语

内容简介

展示了在给定比中求任意指定个数的连比例最小数的构造方法(以四个数为例),证明了其最小性,并推导出其端项在三个数时为平方数、四个数时为立方数的推论。

§8.prop.2ἀριθμοὺς εὑρεῖν ἑξῆς ἀνάλογον ἐλαχίστους, ὅσους ἂν ἐπιτάξῃ τις, ἐν τῷ δοθέντι λόγῳ.
求在给定的比中,连续比例且为最小的数,其个数为任意指定的。
ἔστω ὁ δοθεὶς λόγος ἐν ἐλαχίστοις ἀριθμοῖς ὁ τοῦ Α πρὸς τὸν Β· δεῖ δὴ ἀριθμοὺς εὑρεῖν ἑξῆς ἀνάλογον ἐλαχίστους, ὅσους ἄν τις ἐπιτάξῃ, ἐν τῷ τοῦ Α πρὸς τὸν Β λόγῳ.
设给定的比在最小数中为 A 对 B 的比;那么就必须在 A 对 B 的比中,找到任意指定个数的、连续比例且为最小的数。
Ἐπιτετάχθωσαν δὴ τέσσαρες, καὶ ὁ Α ἑαυτὸν πολλαπλασιάσας τὸν Γ ποιείτω, τὸν δὲ Β πολλαπλασιάσας τὸν Δ ποιείτω, καὶ ἔτι ὁ Β ἑαυτὸν πολλαπλασιάσας τὸν Ε ποιείτω, καὶ ἔτι ὁ Α τοὺς Γ, Δ, Ε πολλαπλασιάσας τοὺς Ζ, Η, Θ ποιείτω, ὁ δὲ Β τὸν Ε πολλαπλασιάσας τὸν Κ ποιείτω.
现在设指定了四个数。 并且设 A 自乘得到 Γ,乘以 B 得到 Δ;再设 B 自乘得到 E;再设 A 乘以 Γ、Δ、E 得到 Z、H、Θ;最后设 B 乘以 E 得到 K。
καὶ ἐπεὶ ὁ Α ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Γ πεποίηκεν, τὸν δὲ Β πολλαπλασιάσας τὸν Δ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, ὁ Γ πρὸς τὸν Δ. πάλιν, ἐπεὶ ὁ μὲν Α τὸν Β πολλαπλασιάσας τὸν Δ πεποίηκεν, ὁ δὲ Β ἑαυτὸν πολλαπλασιάσας τὸν Ε πεποίηκεν, ἑκάτερος ἄρα τῶν Α, Β τὸν Β πολλαπλασιάσας ἑκάτερον τῶν Δ, Ε πεποίηκεν.
因为 A 自乘得到了 Γ,乘以 B 得到了 Δ,所以,A 对 B 的比等于 Γ 对 Δ 的比。 再者,因为 A 乘以 B 得到了 Δ,且 B 自乘得到了 E,所以 A、B 各自乘以 B,分别得到了 Δ、E。
ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Δ πρὸς τὸν Ε. ἀλλʼ ὡς ὁ Α πρὸς τὸν Β, ὁ Γ πρὸς τὸν Δ· καὶ ὡς ἄρα ὁ Γ πρὸς τὸν Δ, ὁ Δ πρὸς τὸν Ε. καὶ ἐπεὶ ὁ Α τοὺς Γ, Δ πολλαπλασιάσας τοὺς Ζ, Η πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Γ πρὸς τὸν Δ, ὁ Ζ πρὸς τὸν Η. ὡς δὲ ὁ Γ πρὸς τὸν Δ, οὕτως ἦν ὁ Α πρὸς τὸν Β·
因此,A 对 B 的比等于 Δ 对 E 的比。 但是 A 对 B 的比等于 Γ 对 Δ 的比;所以,Γ 对 Δ 的比也等于 Δ 对 E 的比。 又因为 A 乘以 Γ、Δ 得到了 Z、H,所以,Γ 对 Δ 的比等于 Z 对 H 的比。 而 Γ 对 Δ 的比,原等于 A 对 B 的比;所以,A 对 B 的比也等于 Z 对 H 的比。
καὶ ὡς ἄρα ὁ Α πρὸς τὸν Β, ὁ Ζ πρὸς τὸν Η. πάλιν, ἐπεὶ ὁ Α τοὺς Δ, Ε πολλαπλασιάσας τοὺς Η, Θ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Δ πρὸς τὸν Ε, ὁ Η πρὸς τὸν Θ. ἀλλʼ ὡς ὁ Δ πρὸς τὸν Ε, ὁ Α πρὸς τὸν Β. καὶ ὡς ἄρα ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Η πρὸς τὸν Θ. καὶ ἐπεὶ οἱ Α, Β τὸν Ε πολλαπλασιάσαντες τοὺς Θ, Κ πεποιήκασιν, ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Θ πρὸς τὸν Κ. ἀλλʼ ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὅ τε Ζ πρὸς τὸν Η καὶ ὁ Η πρὸς τὸν Θ. καὶ ὡς ἄρα ὁ Ζ πρὸς τὸν Η, οὕτως ὅ τε Η πρὸς τὸν Θ καὶ ὁ Θ πρὸς τὸν Κ·
再者,因为 A 乘以 Δ、E 得到了 H、Θ,所以,Δ 对 E 的比等于 H 对 Θ 的比。 但是 Δ 对 E 的比,原等于 A 对 B 的比。 所以,A 对 B 的比也等于 H 对 Θ 的比。 又因为 A、B 乘以 E 得到了 Θ、K,所以,A 对 B 的比也等于 Θ 对 K 的比。 但是,A 对 B 的比等于 Z 对 H 的比,以及 H 对 Θ 的比。 所以,Z 对 H 的比也等于 H 对 Θ 的比,且等于 Θ 对 K 的比。
οἱ Γ, Δ, Ε ἄρα καὶ οἱ Ζ, Η, Θ, Κ ἀνάλογόν εἰσιν ἐν τῷ τοῦ Α πρὸς τὸν Β λόγῳ.
所以,Γ、Δ、E 与 Z、H、Θ、K 是以 A 对 B 的比呈连比例的。
λέγω δή, ὅτι καὶ ἐλάχιστοι.
现在我声称,它们也是最小的。
ἐπεὶ γὰρ οἱ Α, Β ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς, οἱ δὲ ἐλάχιστοι τῶν τὸν αὐτὸν λόγον ἐχόντων πρῶτοι πρὸς ἀλλήλους εἰσίν, οἱ Α, Β ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
因为 A、B 在拥有与它们相同比的数中是最小的,而在拥有相同比的数中最小的是互素的,所以,A、B 互素。
καὶ ἑκάτερος μὲν τῶν Α, Β ἑαυτὸν πολλαπλασιάσας ἑκάτερον τῶν Γ, Ε πεποίηκεν, ἑκάτερον δὲ τῶν Γ, Ε πολλαπλασιάσας ἑκάτερον τῶν Ζ, Κ πεποίηκεν· οἱ Γ, Ε ἄρα καὶ οἱ Ζ, Κ πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
而且,A、B 各自乘分别得到了 Γ、E,并且分别乘以 Γ、E 得到了 Z、K;因此,Γ、E 与 Z、K 互素。
ἐὰν δὲ ὦσιν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον, οἱ δὲ ἄκροι αὐτῶν πρῶτοι πρὸς ἀλλήλους ὦσιν, ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς.
但是,如果有任意多个连比例数,且它们的端项互素,那么在拥有与它们相同比的数中,它们是最小的。
οἱ Γ, Δ, Ε ἄρα καὶ οἱ Ζ, Η, Θ, Κ ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Α, Β· ὅπερ ἔδει δεῖξαι.
所以,Γ、Δ、E 与 Z、H、Θ、K 是在拥有与 A、B 相同比的数中最小的;这就是所要证明的。
Πόρισμα ἐκ δὴ τούτου φανερόν, ὅτι ἐὰν τρεῖς ἀριθμοὶ ἑξῆς ἀνάλογον ἐλάχιστοι ὦσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς, οἱ ἄκροι αὐτῶν τετράγωνοί εἰσιν, ἐὰν δὲ τέσσαρες, κύβοι.
推论由此显然可知,如果三个连比例数在拥有与它们相同比的数中是最小的,那么它们的端项是平方数,如果是四个,则是立方数。

词汇与语法注释

  1. 8.prop.2ἀριθμοὺς εὑρεῖν — 命题陈述中的不定式 `εὑρεῖν`(求、找到)作为独立不定式使用,用以表示任务或指令,这在古希腊数学文本中是典型用法。
  2. 8.prop.2ἑκάτερος ἄρα τῶν Α, Β τὸν Β πολλαπλασιάσας ἑκάτερον τῶν Δ, Ε πεποίηκεν — 单数主语 `ἑκάτερος`(每一个)带属格 `τῶν Α, Β`(A、B的),将两项不同的乘法操作(A 乘以 B 以及 B 自乘)在以单数宾语 `ἑκάτερον τῶν Δ, Ε` 构成的并列句式中进行了极为精炼的概括。
  3. 8.prop.2ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, ὁ Γ πρὸς τὸν Δ — 表示比例相等的公式化句式。在 `ὡς` 从句的后半部分省略了关联副词 `οὕτως`,直接给出了 `ὁ Γ` 以下的比例关系。动词 `ἔστιν` 在此呈非人称用法,表示比例成立。

引用这一段

欧几里得, 几何原本 §8.prop.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:8.prop.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。