§7.prop.35ἐὰν δύο ἀριθμοὶ ἀριθμόν τινα μετρῶσιν, καὶ ὁ ἐλάχιστος ὑπʼ αὐτῶν μετρούμενος τὸν αὐτὸν μετρήσει.
如果两个数度量某个数,那么由它们度量的最小的数也将度量同一个数。
δύο γὰρ ἀριθμοὶ οἱ Α, Β ἀριθμόν τινα τὸν ΓΔ μετρείτωσαν, ἐλάχιστον δὲ τὸν Ε· λέγω, ὅτι καὶ ὁ Ε τὸν ΓΔ μετρεῖ.
因为设两个数 A、B 度量某个数 ΓΔ,且设 E 是最小的;我声称,E 也度量 ΓΔ。
εἰ γὰρ οὐ μετρεῖ ὁ Ε τὸν ΓΔ, ὁ Ε τὸν ΔΖ μετρῶν λειπέτω ἑαυτοῦ ἐλάσσονα τὸν ΓΖ. καὶ ἐπεὶ οἱ Α, Β τὸν Ε μετροῦσιν, ὁ δὲ Ε τὸν ΔΖ μετρεῖ, καὶ οἱ Α, Β ἄρα τὸν ΔΖ μετρήσουσιν.
因为如果 E 不度量 ΓΔ,设 E 在度量 ΔZ 时,留下比自身小的 ΓZ。 且既然 A、B 度量 E,而 E 度量 ΔZ,所以 A、B 也将度量 ΔZ。
μετροῦσι δὲ καὶ ὅλον τὸν ΓΔ· καὶ λοιπὸν ἄρα τὸν ΓΖ μετρήσουσιν ἐλάσσονα ὄντα τοῦ Ε· ὅπερ ἐστὶν ἀδύνατον.
但是它们也度量整体 ΓΔ;因此,它们也将度量余下的 ΓZ(它是比 E 小的数);这是不可能的。
οὐκ ἄρα οὐ μετρεῖ ὁ Ε τὸν ΓΔ· μετρεῖ ἄρα· ὅπερ ἔδει δεῖξαι.
所以,不是 E 不度量 ΓΔ;因此它度量它;这就是所要证明的。
§7.prop.36τριῶν ἀριθμῶν δοθέντων εὑρεῖν, ὃν ἐλάχιστον μετροῦσιν ἀριθμόν.
给定三个数,求它们度量的最小的数。
ἔστωσαν οἱ δοθέντες τρεῖς ἀριθμοὶ οἱ Α, Β, Γ· δεῖ δὴ εὑρεῖν, ὃν ἐλάχιστον μετροῦσιν ἀριθμόν.
设给定的三个数为 A、B、Γ;这就需要求它们度量的最小的数。
εἰλήφθω γὰρ ὑπὸ δύο τῶν Α, Β ἐλάχιστος μετρούμενος ὁ Δ. ὁ δὴ Γ τὸν Δ ἤτοι μετρεῖ ἢ οὐ μετρεῖ.
因为设 Δ 为由两个数 A、B 度量的最小的数。 那么 Γ 或者度量 Δ 或者不度量它。
μετρείτω πρότερον.
先设它度量。
μετροῦσι δὲ καὶ οἱ Α, Β τὸν Δ· οἱ Α, Β, Γ ἄρα τὸν Δ μετροῦσιν.
但是 A、B 也度量 Δ;所以 A、B、Γ 度量 Δ。
λέγω δή, ὅτι καὶ ἐλάχιστον.
我且声称,它也是最小的。
εἰ γὰρ μή, μετρήσουσιν ἀριθμὸν οἱ Α, Β, Γ ἐλάσσονα ὄντα τοῦ Δ. μετρείτωσαν τὸν Ε. ἐπεὶ οἱ Α, Β, Γ τὸν Ε μετροῦσιν, καὶ οἱ Α, Β ἄρα τὸν Ε μετροῦσιν.
因为,如果不是,A、B、Γ 将度量某个比 Δ 小的数。 设它们度量 E。 既然 A、B、Γ 度量 E,所以 A、B 也度量 E。
καὶ ὁ ἐλάχιστος ἄρα ὑπὸ τῶν Α, Β μετρούμενος μετρήσει.
因此由 A、B 度量的最小的数也将度量它。
ἐλάχιστος δὲ ὑπὸ τῶν Α, Β μετρούμενός ἐστιν ὁ Δ· ὁ Δ ἄρα τὸν Ε μετρήσει ὁ μείζων τὸν ἐλάσσονα· ὅπερ ἐστὶν ἀδύνατον.
但是由 A、B 度量的最小的数是 Δ;所以 Δ 将度量 E,较大者度量较小者;这是不可能的。
οὐκ ἄρα οἱ Α, Β, Γ μετρήσουσί τινα ἀριθμὸν ἐλάσσονα ὄντα τοῦ Δ· οἱ Α, Β, Γ ἄρα ἐλάχιστον τὸν Δ μετροῦσιν.
所以,A、B、Γ 不度量任何比 Δ 小的数;所以 A、B、Γ 度量最小的 Δ。
μὴ μετρείτω δὴ πάλιν ὁ Γ τὸν Δ, καὶ εἰλήφθω ὑπὸ τῶν Γ, Δ ἐλάχιστος μετρούμενος ἀριθμὸς ὁ Ε. ἐπεὶ οἱ Α, Β τὸν Δ μετροῦσιν, ὁ δὲ Δ τὸν Ε μετρεῖ, καὶ οἱ Α, Β ἄρα τὸν Ε μετροῦσιν.
再次,设 Γ 不度量 Δ,且设 E 为由 Γ、Δ 度量的最小的数。 既然 A、B 度量 Δ,且 Δ 度量 E,所以 A、B 也度量 E。
μετρεῖ δὲ καὶ ὁ Γ οἱ Α, Β, Γ ἄρα τὸν Ε μετροῦσιν.
但是 Γ 也度量它;所以 A、B、Γ 度量 E。
λέγω δή, ὅτι καὶ ἐλάχιστον.
我且声称,它也是最小的。
εἰ γὰρ μή, μετρήσουσί τινα οἱ Α, Β, Γ ἐλάσσονα ὄντα τοῦ Ε. μετρείτωσαν τὸν Ζ. ἐπεὶ οἱ Α, Β, Γ τὸν Ζ μετροῦσιν, καὶ οἱ Α, Β ἄρα τὸν Ζ μετροῦσιν· καὶ ὁ ἐλάχιστος ἄρα ὑπὸ τῶν Α, Β μετρούμενος τὸν Ζ μετρήσει.
因为,如果不是,A、B、Γ 将度量某个比 E 小的数。 设它们度量 Z。 既然 A、B、Γ 度量 Z,所以 A、B 也度量 Z;因此由 A、B 度量的最小的数也将度量 Z。
ἐλάχιστος δὲ ὑπὸ τῶν Α, Β μετρούμενός ἐστιν ὁ Δ· ὁ Δ ἄρα τὸν Ζ μετρεῖ.
但是由 A、B 度量的最小的数是 Δ;所以 Δ 度量 Z。
μετρεῖ δὲ καὶ ὁ Γ τὸν Ζ· οἱ Δ, Γ ἄρα τὸν Ζ μετροῦσιν· ὥστε καὶ ὁ ἐλάχιστος ὑπὸ τῶν Δ, Γ μετρούμενος τὸν Ζ μετρήσει.
但是 Γ 也度量 Z;所以 Δ、Γ 度量 Z;从而由 Δ、Γ 度量的最小的数也将度量 Z。
ὁ δὲ ἐλάχιστος ὑπὸ τῶν Γ, Δ μετρούμενός ἐστιν ὁ Ε· ὁ Ε ἄρα τὸν Ζ μετρεῖ ὁ μείζων τὸν ἐλάσσονα· ὅπερ ἐστὶν ἀδύνατον.
但是由 Γ、Δ 度量的最小的数是 E;所以 E 度量 Z,较大者度量较小者;这是不可能的。
οὐκ ἄρα οἱ Α, Β, Γ μετρήσουσί τινα ἀριθμὸν ἐλάσσονα ὄντα τοῦ Ε. ὁ Ε ἄρα ἐλάχιστος ὢν ὑπὸ τῶν Α, Β, Γ μετρεῖται· ὅπερ ἔδει δεῖξαι.
所以,A、B、Γ 不度量任何比 E 小的数。 所以 E 是由 A、B、Γ 度量的最小的数;这就是所要证明的。