Humanitext Reader

欧几里得 · 几何原本 §6.prop.15

等角三角形的等积与夹边成反比

第 94 段,共 316 段 · 希腊语

内容简介

证明在有一角相等的两个三角形中,面积相等与夹等角的边成反比例是等价的。

§6.prop.15τῶν ἴσων καὶ μίαν μιᾷ ἴσην ἐχόντων γωνίαν τριγώνων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας· καὶ ὧν μίαν μιᾷ ἴσην ἐχόντων γωνίαν τριγώνων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας, ἴσα ἐστὶν ἐκεῖνα.
在相等且有一角等于另一角的三角形中,夹等角的边是逆比例的;而在夹等角的边是逆比例的、有一角等于另一角的三角形中,它们是相等的。
ἔστω ἴσα τρίγωνα τὰ ΑΒΓ, ΑΔΕ μίαν μιᾷ ἴσην ἔχοντα γωνίαν τὴν ὑπὸ ΒΑΓ τῇ ὑπὸ ΔΑΕ·
设 ABΓ、AΔE 为相等的三角形,它们有一角等于另一角,即角 BAΓ 等于角 ΔAE。
λέγω, ὅτι τῶν ΑΒΓ, ΑΔΕ τριγώνων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας, τουτέστιν, ὅτι ἐστὶν ὡς ἡ ΓΑ πρὸς τὴν ΑΔ, οὕτως ἡ ΕΑ πρὸς τὴν ΑΒ. κείσθω γὰρ ὥστε ἐπʼ εὐθείας εἶναι τὴν ΓΑ τῇ ΑΔ·
我说,在三角形 ABΓ、AΔE 中,夹等角的边是逆比例的,也就是说,正如 ΓA 对 AΔ,EA 对 AB。
ἐπʼ εὐθείας ἄρα ἐστὶ καὶ ἡ ΕΑ τῇ ΑΒ. καὶ ἐπεζεύχθω ἡ ΒΔ. ἐπεὶ οὖν ἴσον ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΑΔΕ τριγώνῳ, ἄλλο δέ τι τὸ ΒΑΔ, ἔστιν ἄρα ὡς τὸ ΓΑΒ τρίγωνον πρὸς τὸ ΒΑΔ τρίγωνον, οὕτως τὸ ΕΑΔ τρίγωνον πρὸς τὸ ΒΑΔ τρίγωνον.
因为,设 ΓA 与 AΔ 在一条直线上放置;因此 EA 与 AB 也在一条直线上。 并连接 BΔ。 于是,因为三角形 ABΓ 等于三角形 AΔE,而另有某个三角形 BAΔ,所以正如三角形 ΓAB 对三角形 BAΔ,三角形 EAΔ 对三角形 BAΔ。
ἀλλʼ ὡς μὲν τὸ ΓΑΒ πρὸς τὸ ΒΑΔ, οὕτως ἡ ΓΑ πρὸς τὴν ΑΔ, ὡς δὲ τὸ ΕΑΔ πρὸς τὸ ΒΑΔ, οὕτως ἡ ΕΑ πρὸς τὴν ΑΒ. καὶ ὡς ἄρα ἡ ΓΑ πρὸς τὴν ΑΔ, οὕτως ἡ ΕΑ πρὸς τὴν ΑΒ. τῶν ΑΒΓ, ΑΔΕ ἄρα τριγώνων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας.
然而,正如 ΓAB 对 BAΔ,ΓA 对 AΔ,而正如 EAΔ 对 BAΔ,EA 对 AB;因此,正如 ΓA 对 AΔ,EA 对 AB。 所以,在三角形 ABΓ、AΔE 中,夹等角的边是逆比例的。
ἀλλὰ δὴ ἀντιπεπονθέτωσαν αἱ πλευραὶ τῶν ΑΒΓ, ΑΔΕ τριγώνων, καὶ ἔστω ὡς ἡ ΓΑ πρὸς τὴν ΑΔ, οὕτως ἡ ΕΑ πρὸς τὴν ΑΒ·
但是,设三角形 ABΓ、AΔE 的边是逆比例的,且正如 ΓA 对 AΔ, EA 对 AB。
λέγω, ὅτι ἴσον ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΑΔΕ τριγώνῳ.
我说,三角形 ABΓ 等于三角形 AΔE。
Ἐπιζευχθείσης γὰρ πάλιν τῆς ΒΔ, ἐπεί ἐστιν ὡς ἡ ΓΑ πρὸς τὴν ΑΔ, οὕτως ἡ ΕΑ πρὸς τὴν ΑΒ, ἀλλʼ ὡς μὲν ἡ ΓΑ πρὸς τὴν ΑΔ, οὕτως τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΒΑΔ τρίγωνον, ὡς δὲ ἡ ΕΑ πρὸς τὴν ΑΒ, οὕτως τὸ ΕΑΔ τρίγωνον πρὸς τὸ ΒΑΔ τρίγωνον, ὡς ἄρα τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΒΑΔ τρίγωνον, οὕτως τὸ ΕΑΔ τρίγωνον πρὸς τὸ ΒΑΔ τρίγωνον.
因为,再次连接 BΔ,既然正如 ΓA 对 AΔ,EA 对 AB,然而正如 ΓA 对 AΔ,三角形 ABΓ 对三角形 BAΔ,而正如 EA 对 AB,三角形 EAΔ 对三角形 BAΔ,所以正如三角形 ABΓ 对三角形 BAΔ,三角形 EAΔ 对三角形 BAΔ。
ἑκάτερον ἄρα τῶν ΑΒΓ, ΕΑΔ πρὸς τὸ ΒΑΔ τὸν αὐτὸν ἔχει λόγον.
因此,ABΓ、EAΔ 中的每一个对 BAΔ 都有相同的比。
ἴσον ἄρα ἐστὶ τὸ ΑΒΓ τῷ ΕΑΔ τριγώνῳ.
因此,三角形 ABΓ 等于三角形 EAΔ。
τῶν ἄρα ἴσων καὶ μίαν μιᾷ ἴσην ἐχόντων γωνίαν τριγώνων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας· καὶ ὧν μίαν μιᾷ ἴσην ἐχόντων γωνίαν τριγώνων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας, ἐκεῖνα ἴσα ἐστίν·
因此,在相等且有一角等于另一角的三角形中,夹等角的边是逆比例的;而在夹等角的边是逆比例的、有一角等于另一角的三角形中,它们是相等的。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。

词汇与语法注释

  1. §6.prop.15ὧν μίαν μιᾷ ἴσην ἐχόντων γωνίαν τριγώνων — 关系代名词 ὧν 与先行词 τριγώνων 同格并被吸收入关系从句中,限定了“等角所夹的边成反比例(ἀντιπεπόνθασιν αἱ πλευραὶ...)”这一关系从句。分词短语 μίαν μιᾷ ἴσην ἐχόντων γωνίαν 用于修饰 τριγώνων。
  2. §6.prop.15τὴν ΓΑ τῇ ΑΔ — 虽然 τὴν ΓΑ 是不定式 εἶναι 的对格主语,但 τῇ ΑΔ 是与格,表示与之相联结或作为基准的对象(“与 AD 在一条直线上”)。
  3. §6.prop.15ἑκάτερον ἄρα τῶν ΑΒΓ, ΕΑΔ πρὸς τὸ ΒΑΔ τὸν αὐτὸν ἔχει λόγον — 代词 ἑκάτερον(每一个)是单数中性主格,支配单数动词 ἔχει,而复数属格短语 τῶν ΑΒΓ, ΕΑΔ(ABC 与 EAD 的)则限定了“每一个”所指代的范围。

引用这一段

欧几里得, 几何原本 §6.prop.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。