Humanitext Reader

欧几里得 · 几何原本 §2.prop.6

二等分线段外接延长线与正方形的证明

第 29 段,共 316 段 · 希腊语

内容简介

在命题6中,证明了一条直线被二等分并外接另一条直线时各线段之间的几何关系。在命题7中,证明了一条直线被任意分割时,整条线及其中一分段上所作的正方形,与两倍的相应矩形及剩余分段上的正方形之间的几何关系。

§2.prop.6ἐὰν εὐθεῖα γραμμὴ τμηθῇ δίχα, προστεθῇ δέ τις αὐτῇ εὐθεῖα ἐπʼ εὐθείας, τὸ ὑπὸ τῆς ὅλης σὺν τῇ προσκειμένῃ καὶ τῆς προσκειμένης περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ἀπὸ τῆς ἡμισείας τετραγώνου ἴσον ἐστὶ τῷ ἀπὸ τῆς συγκειμένης ἔκ τε τῆς ἡμισείας καὶ τῆς προσκειμένης τετραγώνῳ.
如果一条直线被二等分,且另一条直线在同一直线上与之相加,则由整条线连同相加的直线与这相加的直线所包围的矩形,连同在半条线上所作的正方形之和,等于在由半条线与相加的直线所构成的直线上所作的正方形。
εὐθεῖα γάρ τις ἡ ΑΒ τετμήσθω δίχα κατὰ τὸ Γ σημεῖον, προσκείσθω δέ τις αὐτῇ εὐθεῖα ἐπʼ εὐθείας ἡ ΒΔ· λέγω, ὅτι τὸ ὑπὸ τῶν ΑΔ, ΔΒ περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ἀπὸ τῆς ΓΒ τετραγώνου ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΓΔ τετραγώνῳ.
因为,设某条直线 AB 在 C 点被二等分,且一条直线 BD 在同一直线上与之相加;我说,由 AD、DB 所包围的矩形连同在 CB 上所作的正方形之和,等于在 CD 上所作的正方形。
Ἀναγεγράφθω γὰρ ἀπὸ τῆς ΓΔ τετράγωνον τὸ ΓΕΖΔ, καὶ ἐπεζεύχθω ἡ ΔΕ, καὶ διὰ μὲν τοῦ Β σημείου ὁποτέρᾳ τῶν ΕΓ, ΔΖ παράλληλος ἤχθω ἡ ΒΗ, διὰ δὲ τοῦ Θ σημείου ὁποτέρᾳ τῶν ΑΒ, ΕΖ παράλληλος ἤχθω ἡ ΚΜ, καὶ ἔτι διὰ τοῦ Α ὁποτέρᾳ τῶν ΓΛ, ΔΜ παράλληλος ἤχθω ἡ ΑΚ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΑΓ τῇ ΓΒ, ἴσον ἐστὶ καὶ τὸ ΑΛ τῷ ΓΘ. ἀλλὰ τὸ ΓΘ τῷ ΘΖ ἴσον ἐστίν. καὶ τὸ ΑΛ ἄρα τῷ ΘΖ ἐστιν ἴσον.
因为,设在 CD 上作正方形 CEZD,且连接 DE,通过 B 点引 BH 平行于 EG、DZ 之一,通过 Q 点引 KM 再平行于 AB、EZ 之一,再通过 A 引 AK 平行于 CL、DM 之一。 因为 AC 等于 CB,所以 AL 也等于 CQ。 但是 CQ 等于 QZ;因此 AL 也等于 QZ。
κοινὸν προσκείσθω τὸ ΓΜ· ὅλον ἄρα τὸ ΑΜ τῷ ΝΞΟ γνώμονί ἐστιν ἴσον.
设共有的 CM 被加上;因此整体 AM 等于磬折形 NXO。
ἀλλὰ τὸ ΑΜ ἐστι τὸ ὑπὸ τῶν ΑΔ, ΔΒ· ἴση γάρ ἐστιν ἡ ΔΜ τῇ ΔΒ· καὶ ὁ ΝΞΟ ἄρα γνώμων ἴσος ἐστὶ τῷ ὑπὸ τῶν ΑΔ, ΔΒ.
但是 AM 是由 AD、DB 所包围的矩形;因为 DM 等于 DB;因此磬折形 NXO 也等于由 AD、DB 所包围的矩形。
κοινὸν προσκείσθω τὸ ΛΗ, ὅ ἐστιν ἴσον τῷ ἀπὸ τῆς ΒΓ τετραγώνῳ·
设共有的 LH(它是等于在 BC 上所作的正方形)被加上;因此由 AD、DB 所包围的矩形连同在 CB 上所作的正方形之和,等于磬折形 NXO 与 LH 之和。
τὸ ἄρα ὑπὸ τῶν ΑΔ, ΔΒ περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ἀπὸ τῆς ΓΒ τετραγώνου ἴσον ἐστὶ τῷ ΝΞΟ γνώμονι καὶ τῷ ΛΗ. ἀλλὰ ὁ ΝΞΟ γνώμων καὶ τὸ ΛΗ ὅλον ἐστὶ τὸ ΓΕΖΔ τετράγωνον, ὅ ἐστιν ἀπὸ τῆς ΓΔ· τὸ ἄρα ὑπὸ τῶν ΑΔ, ΔΒ περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ἀπὸ τῆς ΓΒ τετραγώνου ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΓΔ τετραγώνῳ.
但是磬折形 NXO 与 LH 是整体正方形 CEZD,也就是在 CD 上所作的正方形;因此,由 AD、DB 所包围的矩形连同在 CB 上所作的正方形之和,等于在 CD 上所作的正方形。
ἐὰν ἄρα εὐθεῖα γραμμὴ τμηθῇ δίχα, προστεθῇ δέ τις αὐτῇ εὐθεῖα ἐπʼ εὐθείας, τὸ ὑπὸ τῆς ὅλης σὺν τῇ προσκειμένῃ καὶ τῆς προσκειμένης περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ἀπὸ τῆς ἡμισείας τετραγώνου ἴσον ἐστὶ τῷ ἀπὸ τῆς συγκειμένης ἔκ τε τῆς ἡμισείας καὶ τῆς προσκειμένης τετραγώνῳ· ὅπερ ἔδει δεῖξαι.
因此,如果一条直线被二等分,且另一条直线在同一直线上与之相加,则由整条线连同相加的直线与这相加的直线所包围的矩形,连同在半条线上所作的正方形之和,等于在由半条线与相加的直线所构成的直线上所作的正方形;这就是所要证明的。
ἐὰν εὐθεῖα γραμμὴ τμηθῇ, ὡς ἔτυχεν, τὸ ἀπὸ τῆς ὅλης καὶ τὸ ἀφʼ ἑνὸς τῶν τμημάτων τὰ συναμφότερα τετράγωνα ἴσα ἐστὶ τῷ τε δὶς ὑπὸ τῆς ὅλης καὶ τοῦ εἰρημένου τμήματος περιεχομένῳ ὀρθογωνίῳ καὶ τῷ ἀπὸ τοῦ λοιποῦ τμήματος τετραγώνῳ.
如果一条直线被任意分割,则在整条线上所作的正方形与在其中一个分段上所作的正方形之和,等于在整条线与上述分段所包围的矩形的两倍,连同在其余分段上所作的正方形。
εὐθεῖα γάρ τις ἡ ΑΒ τετμήσθω, ὡς ἔτυχεν, κατὰ τὸ Γ σημεῖον· λέγω, ὅτι τὰ ἀπὸ τῶν ΑΒ, ΒΓ τετράγωνα ἴσα ἐστὶ τῷ τε δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ περιεχομένῳ ὀρθογωνίῳ καὶ τῷ ἀπὸ τῆς ΓΑ τετραγώνῳ.
因为,设某条直线 AB 在 C 点被任意分割;我说,在 AB、BC 上所作的正方形之和,等于在 AB、BC 所包围的矩形的两倍,连同在 CA 上所作的正方形。
Ἀναγεγράφθω γὰρ ἀπὸ τῆς ΑΒ τετράγωνον τὸ ΑΔΕΒ· καὶ καταγεγράφθω τὸ σχῆμα.
因为,设在 AB 上作正方形 ADEB,且绘制该图形。
ἐπεὶ οὖν ἴσον ἐστὶ τὸ ΑΗ τῷ ΗΕ, κοινὸν προσκείσθω τὸ ΓΖ· ὅλον ἄρα τὸ ΑΖ ὅλῳ τῷ ΓΕ ἴσον ἐστίν·
因为 AH 等于 HE,设共有的 CZ 被加上;因此整体 AZ 等于整体 CE;因此 AZ 与 CE 是 AZ 的两倍。
τὰ ἄρα ΑΖ, ΓΕ διπλάσιά ἐστι τοῦ ΑΖ. ἀλλὰ τὰ ΑΖ, ΓΕ ὁ ΚΛΜ ἐστι γνώμων καὶ τὸ ΓΖ τετράγωνον· ὁ ΚΛΜ ἄρα γνώμων καὶ τὸ ΓΖ διπλάσιά ἐστι τοῦ ΑΖ. ἔστι δὲ τοῦ ΑΖ διπλάσιον καὶ τὸ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ· ἴση γὰρ ἡ ΒΖ τῇ ΒΓ·
但是 AZ 与 CE 是磬折形 KLM 与正方形 CZ;因此磬折形 KLM 与正方形 CZ 是 AZ 的两倍。 但是,在 AB、BC 所包围的矩形的两倍也是 AZ 的两倍;因为 BZ 等于 BC;因此磬折形 KLM 与正方形 CZ 等于在 AB、BC 所包围的矩形的两倍。
ὁ ἄρα ΚΛΜ γνώμων καὶ τὸ ΓΖ τετράγωνον ἴσον ἐστὶ τῷ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ. κοινὸν προσκείσθω τὸ ΔΗ, ὅ ἐστιν ἀπὸ τῆς ΑΓ τετράγωνον· ὁ ἄρα ΚΛΜ γνώμων καὶ τὰ ΒΗ, ΗΔ τετράγωνα ἴσα ἐστὶ τῷ τε δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ περιεχομένῳ ὀρθογωνίῳ καὶ τῷ ἀπὸ τῆς ΑΓ τετραγώνῳ.
设共有的 DH(它是在 AC 上所作的正方形)被加上;因此磬折形 KLM 与正方形 BH、HD 之和,等于在 AB、BC 所包围的矩形的两倍,连同在 AC 上所作的正方形。
ἀλλὰ ὁ ΚΛΜ γνώμων καὶ τὰ ΒΗ, ΗΔ τετράγωνα ὅλον ἐστὶ τὸ ΑΔΕΒ καὶ τὸ ΓΖ, ἅ ἐστιν ἀπὸ τῶν ΑΒ, ΒΓ τετράγωνα· τὰ ἄρα ἀπὸ τῶν ΑΒ, ΒΓ τετράγωνα ἴσα ἐστὶ τῷ δὶς ὑπὸ τῶν ΑΒ, ΒΓ περιεχομένῳ ὀρθογωνίῳ μετὰ τοῦ ἀπὸ τῆς ΑΓ τετραγώνου.
但是磬折形 KLM 与正方形 BH、HD 是整体 ADEB 与 CZ,它们是在 AB、BC 上所作的正方形;因此在 AB、BC 上所作的正方形之和,等于在 AB、BC 所包围的矩形的两倍,连同在 AC 上所作的正方形。
ἐὰν ἄρα εὐθεῖα γραμμὴ τμηθῇ, ὡς ἔτυχεν, τὸ ἀπὸ τῆς ὅλης καὶ τὸ ἀφʼ ἑνὸς τῶν τμημάτων τὰ συναμφότερα τετράγωνα ἴσα ἐστὶ τῷ τε δὶς ὑπὸ τῆς ὅλης καὶ τοῦ εἰρημένου τμήματος περιεχομένῳ ὀρθογωνίῳ καὶ τῷ ἀπὸ τοῦ λοιποῦ τμήματος τετραγώνῳ· ὅπερ ἔδει δεῖξαι.
因此,如果一条直线被任意分割,则在整条线上所作的正方形与在其中一个分段上所作的正方形之和,等于在整条线与上述分段所包围的矩形的两倍,连同在其余分段上所作的正方形;这就是所要证明的。

词汇与语法注释

  1. 2.prop.6τὸ ὑπὸ τῆς ὅλης σὺν τῇ προσκειμένῃ καὶ τῆς προσκειμένης περιεχόμενον ὀρθογώνιον — 意为“由整条线连同相加的直线,与这相加的直线所包围的矩形”。“τῆς ὅλης σὺν τῇ προσκειμένῃ”与“τῆς προσκειμένης”通过“καί”连接,均受介词“ὑπό”支配。
  2. 2.prop.6τῷ ἀπὸ τῆς συγκειμένης ἔκ τε τῆς ἡμισείας καὶ τῆς προσκειμένης τετραγώνῳ — 意为“在由半条线与相加的直线所构成的直线上所作的正方形”。介词短语“ἔκ τε τῆς ἡμισείας καὶ τῆς προσκειμένης”修饰名词化的分词“τῆς συγκειμένης”。
  3. 2.prop.7τὸ ἀπὸ τῆς ὅλης καὶ τὸ ἀφʼ ἑνὸς τῶν τμημάτων τὰ συναμφότερα τετράγωνα — 意为“在整条线上所作的正方形与在其中一个分段上所作的正方形之和”。“τὰ συναμφότερα”与“τετράγωνα”同格,表示两个正方形的和。
  4. 2.prop.7τῷ τε δὶς ὑπὸ τῆς ὅλης καὶ τοῦ εἰρημένου τμήματος περιεχομένῳ ὀρθογωνίῳ — 意为“在整条线与上述分段所包围的矩形的两倍”。副词“δίς”直接修饰包含“τῷ ... ὀρθογωνίῳ”的短语,表示该矩形面积的两倍。

引用这一段

欧几里得, 几何原本 §2.prop.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:2.prop.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。