Humanitext Reader

欧几里得 · 几何原本 §13.prop.15

球内接正六面体的作图与直径及棱长之比

第 309 段,共 316 段 · 希腊语

内容简介

构造一个正六面体(立方体)并将其内接于球体中,几何证明球的直径在平方上是立方体棱长的三倍。

§13.prop.15κύβον συστήσασθαι καὶ σφαίρᾳ περιλαβεῖν, ᾗ καὶ τὴν πυραμίδα, καὶ δεῖξαι, ὅτι ἡ τῆς σφαίρας διάμετρος δυνάμει τριπλασίων ἐστὶ τῆς τοῦ κύβου πλευρᾶς.
构造一立方体,并如同正四面体那样用一球包围之,且证明球的直径在平方上是立方体边长的三倍。
Ἐκκείσθω ἡ τῆς δοθείσης σφαίρας διάμετρος ἡ ΑΒ καὶ τετμήσθω κατὰ τὸ Γ ὥστε διπλῆν εἶναι τὴν ΑΓ τῆς ΓΒ, καὶ γεγράφθω ἐπὶ τῆς ΑΒ ἡμικύκλιον τὸ ΑΔΒ, καὶ ἀπὸ τοῦ Γ τῇ ΑΒ πρὸς ὀρθὰς ἤχθω ἡ ΓΔ, καὶ ἐπεζεύχθω ἡ ΔΒ, καὶ ἐκκείσθω τετράγωνον τὸ ΕΖΗΘ ἴσην ἔχον τὴν πλευρὰν τῇ ΔΒ, καὶ ἀπὸ τῶν Ε, Ζ, Η, Θ τῷ τοῦ ΕΖΗΘ τετραγώνου ἐπιπέδῳ πρὸς ὀρθὰς ἤχθωσαν αἱ ΕΚ, ΖΛ, ΗΜ, ΘΝ, καὶ ἀφῃρήσθω ἀπὸ ἑκάστης τῶν ΕΚ, ΖΛ, ΗΜ, ΘΝ μιᾷ τῶν ΕΖ, ΖΗ, ΗΘ, ΘΕ ἴση ἑκάστη τῶν ΕΚ, ΖΛ, ΗΜ, ΘΝ, καὶ ἐπεζεύχθωσαν αἱ ΚΛ, ΛΜ, ΜΝ, ΝΚ·
设给定的球的直径为AB,并在C处被分割,使得AC是GB的两倍,在AB上画半圆ADB,自C画CD垂直于AB,且连接DB。 设正方形EZHTh已被给出,其边长等于DB,并自E、Z、H、Th 垂直于正方形EZHTh的平面引直线EK、ZL、HM、ThN,并从EK、ZL、HM、ThN的每一个中切取分别等于EZ、ZH、HTh、ThE之一的长度。 并且连接KL、LM、MN、NK。
κύβος ἄρα συνέσταται ὁ ΖΝ ὑπὸ ἓξ τετραγώνων ἴσων περιεχόμενος.
因此,构造了一个由六个相等的正方形包围的立方体ZN。
δεῖ δὴ αὐτὸν καὶ σφαίρᾳ περιλαβεῖν τῇ δοθείσῃ καὶ δεῖξαι, ὅτι ἡ τῆς σφαίρας διάμετρος δυνάμει τριπλασία ἐστὶ τῆς πλευρᾶς τοῦ κύβου.
现在,必须用给定的球包围它,并证明球的直径在平方上是立方体边长的三倍。
ἐπεζεύχθωσαν γὰρ αἱ ΚΗ, ΕΗ. καὶ ἐπεὶ ὀρθή ἐστιν ἡ ὑπὸ ΚΕΗ γωνία διὰ τὸ καὶ τὴν ΚΕ ὀρθὴν εἶναι πρὸς τὸ ΕΗ ἐπίπεδον δηλαδὴ καὶ πρὸς τὴν ΕΗ εὐθεῖαν, τὸ ἄρα ἐπὶ τῆς ΚΗ γραφόμενον ἡμικύκλιον ἥξει καὶ διὰ τοῦ Ε σημείου.
因为连接KH、EH。 又因为角KEH是直角——由于KE也垂直于EH的平面,显然也垂直于直线EH——所以以KH为直径所画的半圆也将通过点E。
πάλιν, ἐπεὶ ἡ ΗΖ ὀρθή ἐστι πρὸς ἑκατέραν τῶν ΖΛ, ΖΕ, καὶ πρὸς τὸ ΖΚ ἄρα ἐπίπεδον ὀρθή ἐστιν ἡ ΗΖ· ὥστε καὶ ἐὰν ἐπιζεύξωμεν τὴν ΖΚ, ἡ ΗΖ ὀρθὴ ἔσται καὶ πρὸς τὴν ΖΚ· καὶ διὰ τοῦτο πάλιν τὸ ἐπὶ τῆς ΗΚ γραφόμενον ἡμικύκλιον ἥξει καὶ διὰ τοῦ Ζ. ὁμοίως καὶ διὰ τῶν λοιπῶν τοῦ κύβου σημείων ἥξει.
再者,因为HZ垂直于ZL、ZE的每一个,所以HZ也垂直于平面ZK;因此,如果我们也连接ZK,HZ 将垂直于ZK;且因这一原因,以HK为直径所画的半圆也将通过Z。 同样地,它也将通过该立方体其余的各点。
ἐὰν δὴ μενούσης τῆς ΚΗ περιενεχθὲν τὸ ἡμικύκλιον εἰς τὸ αὐτὸ ἀποκατασταθῇ, ὅθεν ἤρξατο φέρεσθαι, ἔσται σφαίρᾳ περιειλημμένος ὁ κύβος.
那么,如果在KH固定不动的情况下,半圆旋转并重新回到它开始运动的同一位置,该立方体将被包围在一个球内。
λέγω δή, ὅτι καὶ τῇ δοθείσῃ.
那么我说,它也是在给定的球内。
ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ ΗΖ τῇ ΖΕ, καί ἐστιν ὀρθὴ ἡ πρὸς τῷ Ζ γωνία, τὸ ἄρα ἀπὸ τῆς ΕΗ διπλάσιόν ἐστι τοῦ ἀπὸ τῆς ΕΖ. ἴση δὲ ἡ ΕΖ τῇ ΕΚ·
因为HZ等于ZE,且在Z处的角是直角,所以EH上的正方形是EZ上的正方形的两倍。
τὸ ἄρα ἀπὸ τῆς ΕΗ διπλάσιόν ἐστι τοῦ ἀπὸ τῆς ΕΚ· ὥστε τὰ ἀπὸ τῶν ΗΕ, ΕΚ, τουτέστι τὸ ἀπὸ τῆς ΗΚ, τριπλάσιόν ἐστι τοῦ ἀπὸ τῆς ΕΚ. καὶ ἐπεὶ τριπλασίων ἐστὶν ἡ ΑΒ τῆς ΒΓ, ὡς δὲ ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως τὸ ἀπὸ τῆς ΑΒ πρὸς τὸ ἀπὸ τῆς ΒΔ, τριπλάσιον ἄρα τὸ ἀπὸ τῆς ΑΒ τοῦ ἀπὸ τῆς ΒΔ. ἐδείχθη δὲ καὶ τὸ ἀπὸ τῆς ΗΚ τοῦ ἀπὸ τῆς ΚΕ τριπλάσιον.
而EZ等于EK;所以EH上的正方形是EK上的正方形的两倍;所以HE、EK上的正方形之和,即HK上的正方形,是EK上的正方形的三倍。 又因为AB是BC的三倍,而AB对BC之比,等于AB上的正方形对BD上的正方形之比,所以AB上的正方形是BD上的正方形的三倍。 而HK上的正方形也被证明是KE上的正方形的三倍。
καὶ κεῖται ἴση ἡ ΚΕ τῇ ΔΒ· ἴση ἄρα καὶ ἡ ΚΗ τῇ ΑΒ. καί ἐστιν ἡ ΑΒ τῆς δοθείσης σφαίρας διάμετρος· καὶ ἡ ΚΗ ἄρα ἴση ἐστὶ τῇ τῆς δοθείσης σφαίρας διαμέτρῳ.
并且 KE被设为等于DB;所以KH也等于AB。 而AB是给定的球的直径;所以KH也等于给定的球的直径。
τῇ δοθείσῃ ἄρα σφαίρᾳ περιείληπται ὁ κύβος·
因此,立方体被包围在给定的球内。
καὶ συναποδέδεικται, ὅτι ἡ τῆς σφαίρας διάμετρος δυνάμει τριπλασίων ἐστὶ τῆς τοῦ κύβου πλευρᾶς· ὅπερ ἔδει δεῖξαι.
并且同时证明了球的直径在平方上是立方体边长的三倍;这就是所要证明的。

词汇与语法注释

  1. ¦5¦διπλῆν εἶναι τὴν ΑΓ τῆς ΓΒ — 在不定式从句 `διπλῆν εἶναι` 中,属格 `τῆς ΓΒ` 是比较属格,用于表示比较的基准,即指“AC是GB的两倍”。
  2. ¦20¦διὰ τὸ καὶ τὴν ΚΕ ὀρθὴν εἶναι πρὸς τὸ ΕΗ ἐπίπεδον — 介词 `διά` 支配宾格冠词性不定式 `τὸ ... εἶναι` 用以表示原因(“因为……”)。`τὴν ΚΕ` 作为该不定式的逻辑主语,使用宾格,因此宾语补足语 `ὀρθὴν` 也采用宾格形式。
  3. ¦35¦τὰ ἀπὸ τῶν ΗΕ, ΕΚ — 中性复数冠词 `τά` 使随后的 `ἀπό` 加属格结构(“在……上的[正方形]”)名词化。复数形式简明地表示“HE上的正方形与EK上的正方形之总和”。

引用这一段

欧几里得, 几何原本 §13.prop.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:13.prop.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。