Humanitext Reader

欧几里得 · 几何原本 §11.prop.34#1

等立体平行六面体底面与高度的反比例关系

第 262 段,共 316 段 · 希腊语

内容简介

证明在相等的立体平行六面体中底面与高度成反比,反之亦然的命题的前半部分。论证过程中区分了底面相等与不等的情况。

§11.prop.34#1τῶν ἴσων στερεῶν παραλληλεπιπέδων ἀντιπεπόνθασιν αἱ βάσεις τοῖς ὕψεσιν· καὶ ὧν στερεῶν παραλληλεπιπέδων ἀντιπεπόνθασιν αἱ βάσεις τοῖς ὕψεσιν, ἴσα ἐστὶν ἐκεῖνα.
在相等的立体平行六面体中,底面与高度成反比例;而底面与高度成反比例的立体平行六面体,它们是相等的。
ἔστω ἴσα στερεὰ παραλληλεπίπεδα τὰ ΑΒ, ΓΔ· λέγω, ὅτι τῶν ΑΒ, ΓΔ στερεῶν παραλληλεπιπέδων ἀντιπεπόνθασιν αἱ βάσεις τοῖς ὕψεσιν, καί ἐστιν ὡς ἡ ΕΘ βάσις πρὸς τὴν ΝΠ βάσιν, οὕτως τὸ τοῦ ΓΔ στερεοῦ ὕψος πρὸς τὸ τοῦ ΑΒ στερεοῦ ὕψος.
设 AB, GD 为相等的立体平行六面体;我说,立体平行六面体 AB, GD 的底面与高度成反比例,且正如底面 EQ 对底面 NP,立体 GD 的高度也对立体 AB 的高度。
ἔστωσαν γὰρ πρότερον αἱ ἐφεστηκυῖαι αἱ ΑΗ, ΕΖ, ΛΒ, ΘΚ, ΓΜ, ΝΞ, ΟΔ, ΠΡ πρὸς ὀρθὰς ταῖς βάσεσιν αὐτῶν· λέγω, ὅτι ἐστὶν ὡς ἡ ΕΘ βάσις πρὸς τὴν ΝΠ βάσιν, οὕτως ἡ ΓΜ πρὸς τὴν ΑΗ. εἰ μὲν οὖν ἴση ἐστιν ἡ ΕΘ βάσις τῇ ΝΠ βάσει, ἔστι δὲ καὶ τὸ ΑΒ στερεὸν τῷ ΓΔ στερεῷ ἴσον, ἔσται καὶ ἡ ΓΜ τῇ ΑΗ ἴση.
因为,首先设立着的直线 AH, EZ, LB, QK, GM, NX, OD, PR 与它们的底面成直角;我说,正如底面 EQ 对底面 NP,GM 也对 AH。 现在,如果底面 EQ 等于底面 NP,且立体 AB 也等于立体 GD,则 GM 也将等于 AH。
τὰ γὰρ ὑπὸ τὸ αὐτὸ ὕψος στερεὰ παραλληλεπίπεδα πρὸς ἄλληλά ἐστιν ὡς αἱ βάσεις. καὶ ἔσται ὡς ἡ ΕΘ βάσις πρὸς τὴν ΝΠ, οὕτως ἡ ΓΜ πρὸς τὴν ΑΗ, καὶ φανερόν, ὅτι τῶν ΑΒ, ΓΔ στερεῶν παραλληλεπιπέδων ἀντιπεπόνθασιν αἱ βάσεις τοῖς ὕψεσιν.
因为等高的立体平行六面体,彼此之比等于它们的底面之比;而且正如底面 EQ 对底面 NP,GM 也将对 AH,显然,立体平行六面体 AB, GD 的底面与高度成反比例。
μὴ ἔστω δὴ ἴση ἡ ΕΘ βάσις τῇ ΝΠ βάσει, ἀλλʼ ἔστω μείζων ἡ ΕΘ. ἔστι δὲ καὶ τὸ ΑΒ στερεὸν τῷ ΓΔ στερεῷ ἴσον· μείζων ἄρα ἐστὶ καὶ ἡ ΓΜ τῆς ΑΗ.
接下来,设底面 EQ 不等于底面 NP,而是 EQ 较大。 而立体 AB 也等于立体 GD;因此 GM 也大于 AH。
κείσθω οὖν τῇ ΑΗ ἴση ἡ ΓΤ, καὶ συμπεπληρώσθω ἀπὸ βάσεως μὲν τῆς ΝΠ, ὕψους δὲ τοῦ ΓΤ, στερεὸν παραλληλεπίπεδον τὸ ΦΓ. καὶ ἐπεὶ ἴσον ἐστὶ τὸ ΑΒ στερεὸν τῷ ΓΔ στερεῷ, ἔξωθεν δὲ τὸ ΓΦ, τὰ δὲ ἴσα πρὸς τὸ αὐτὸ τὸν αὐτὸν ἔχει λόγον, ἔστιν ἄρα ὡς τὸ ΑΒ στερεὸν πρὸς τὸ ΓΦ στερεόν, οὕτως τὸ ΓΔ στερεὸν πρὸς τὸ ΓΦ στερεόν.
于是,设 GT 等于 AH,且在底面 NP 上并以高度 GT 完成立体平行六面体 FG。 并且,因为立体 AB 等于立体 GD,且 GF 是外部的立体,而相等者对相同者具有相同的比,所以,正如立体 AB 对立体 GF,立体 GD 也对立体 GF。
ἀλλʼ ὡς μὲν τὸ ΑΒ στερεὸν πρὸς τὸ ΓΦ στερεόν, οὕτως ἡ ΕΘ βάσις πρὸς τὴν ΝΠ βάσιν· ἰσοϋψῆ γὰρ τὰ ΑΒ, ΓΦ στερεά· ὡς δὲ τὸ ΓΔ στερεὸν πρὸς τὸ ΓΦ στερεόν, οὕτως ἡ ΜΠ βάσις πρὸς τὴν ΤΠ βάσιν καὶ ἡ ΓΜ πρὸς τὴν ΓΤ·
但是,正如立体 AB 对立体 GF,底面 EQ 也对底面 NP,因为立体 AB, GF 高度相等;而正如立体 GD 对立体 GF,底面 MP 也对底面 TP,即 GM 对 GT;因此正如底面 EQ 对底面 NP,MG 也对 GT。
καὶ ὡς ἄρα ἡ ΕΘ βάσις πρὸς τὴν ΝΠ βάσιν, οὕτως ἡ ΜΓ πρὸς τὴν ΓΤ. ἴση δὲ ἡ ΓΤ τῇ ΑΗ·
而 GT 等于 AH;因此正如底面 EQ 对底面 NP,MG 也对 AH。
καὶ ὡς ἄρα ἡ ΕΘ βάσις πρὸς τὴν ΝΠ βάσιν, οὕτως ἡ ΜΓ πρὸς τὴν ΑΗ. τῶν ΑΒ, ΓΔ ἄρα στερεῶν παραλληλεπιπέδων ἀντιπεπόνθασιν αἱ βάσεις τοῖς ὕψεσιν.
因此,立体平行六面体 AB, GD 的底面与高度成反比例。
πάλιν δὴ τῶν ΑΒ, ΓΔ στερεῶν παραλληλεπιπέδων ἀντιπεπονθέτωσαν αἱ βάσεις τοῖς ὕψεσιν, καὶ ἔστω ὡς ἡ ΕΘ βάσις πρὸς τὴν ΝΠ βάσιν, οὕτως τὸ τοῦ ΓΔ στερεοῦ ὕψος πρὸς τὸ τοῦ ΑΒ στερεοῦ ὕψος· λέγω, ὅτι ἴσον ἐστὶ τὸ ΑΒ στερεὸν τῷ ΓΔ στερεῷ.
再次,设立体平行六面体 AB, GD 的底面与高度成反比例,且正如底面 EQ 对底面 NP,立体 GD 的高度也对立体 AB 的高度;我说,立体 AB 等于立体 GD。
ἔστωσαν πάλιν αἱ ἐφεστηκυῖαι πρὸς ὀρθὰς ταῖς βάσεσιν, καὶ εἰ μὲν ἴση ἐστὶν ἡ ΕΘ βάσις τῇ ΝΠ βάσει, καί ἐστιν ὡς ἡ ΕΘ βάσις πρὸς τὴν ΝΠ βάσιν, οὕτως τὸ τοῦ ΓΔ στερεοῦ ὕψος πρὸς τὸ τοῦ ΑΒ στερεοῦ ὕψος, ἴσον ἄρα ἐστὶ καὶ τὸ τοῦ ΓΔ στερεοῦ ὕψος τῷ τοῦ ΑΒ στερεοῦ ὕψει.
再次设立着的直线与底面成直角;如果底面 EQ 等于底面 NP,且正如底面 EQ 对底面 NP,立体 GD 的高度也对立体 AB 的高度,那么立体 GD 的高度也等于立体 AB 的高度。
τὰ δὲ ἐπὶ ἴσων βάσεων στερεὰ παραλληλεπίπεδα καὶ ὑπὸ τὸ αὐτὸ ὕψος ἴσα ἀλλήλοις ἐστίν· ἴσον ἄρα ἐστὶ τὸ ΑΒ στερεὸν τῷ ΓΔ στερεῷ.
而在等底等高的立体平行六面体是彼此相等的;所以立体 AB 等于立体 GD。
μὴ ἔστω δὴ ἡ ΕΘ βάσις τῇ ΝΠ ἴση, ἀλλʼ ἔστω μείζων ἡ ΕΘ· μεῖζον ἄρα ἐστὶ καὶ τὸ τοῦ ΓΔ στερεοῦ ὕψος τοῦ τοῦ ΑΒ στερεοῦ ὕψους, τουτέστιν ἡ ΓΜ τῆς ΑΗ. κείσθω τῇ ΑΗ ἴση πάλιν ἡ ΓΤ, καὶ συμπεπληρώσθω ὁμοίως τὸ ΓΦ στερεόν.
设底面 EQ 不等于底面 NP,而是 EQ 较大;因此立体 GD 的高度也大于立体 AB 的高度,即 GM 大于 AH。 再次设 GT 等于 AH,且同样完成立体 GF。
ἐπεί ἐστιν ὡς ἡ ΕΘ βάσις πρὸς τὴν ΝΠ βάσιν, οὕτως ἡ ΜΓ πρὸς τὴν ΑΗ, ἴση δὲ ἡ ΑΗ τῇ ΓΤ, ἔστιν ἄρα ὡς ἡ ΕΘ βάσις πρὸς τὴν ΝΠ βάσιν, οὕτως ἡ ΓΜ πρὸς τὴν ΓΤ.
因为正如底面 EQ 对底面 NP,MG 也对 AH,且 AH 等于 GT,所以正如底面 EQ 对底面 NP,GM 也对 GT。

词汇与语法注释

  1. 11.prop.34#1ἀντιπεπόνθασιν αἱ βάσεις τοῖς ὕψεσιν — 动词 ἀντιπεπονθέναι(成反比例)与主格“底面”(αἱ βάσεις)及与格“高度”(τοῖς ὕψεσιν)连用,表示底面与高度成反比例的关系。
  2. 11.prop.34#1ὧν στερεῶν παραλληλεπιπέδων ... ἴσα ἐστὶν ἐκεῖνα — 关系代词 ὧν 引导的关系从句中,先行词(原本应为主句主语的 ἐκεῖνα τὰ στερεὰ παραλληλεπίπεδα)被吸收并受其同化而变为属格的结构。
  3. 11.prop.34#1τὰ δὲ ἴσα πρὸς τὸ αὐτὸ τὸν αὐτὸν ἔχει λόγον — 将相等量对相同量的比相等这一基本比例性质(源自第5卷命题7)作为一般规则呈现。主语是“相等者”(τὰ ἴσα),对象是“对相同者”(πρὸς τὸ αὐτό)。

引用这一段

欧几里得, 几何原本 §11.prop.34#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:11.prop.34%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。