Humanitext Reader

欧几里得 · 几何原本 §11.prop.31#2

等底同高的一般平行六面体的等量性

第 259 段,共 316 段 · 希腊语

内容简介

利用立体的比的性质完成了第一种情况(立边垂直于底面)的等量性证明,随后通过将立边不垂直的第二种情况归结为等底面上的垂直立体进行了证明。

§11.prop.31#2καὶ ἐπεὶ ἴσον ἐστὶ τὸ ΡΥΧΤ παραλληλόγραμμον τῷ ΩΤ παραλληλογράμμῳ· ἐπί τε γὰρ τῆς αὐτῆς βάσεώς εἰσι τῆς ΡΤ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ταῖς ΡΤ, ΩΧ· ἀλλὰ τὸ ΡΥΧΤ τῷ ΓΔ ἐστιν ἴσον, ἐπεὶ καὶ τῷ ΑΒ, καὶ τὸ ΩΤ ἄρα παραλληλόγραμμον τῷ ΓΔ ἐστιν ἴσον.
又因为平行四边形 ΡΥΧΤ 等于平行四边形 ΩΤ;因为它们在同一底面 ΡΤ 上,且在相同的平行线 ΡΤ、ΩΧ 之间;但是 ΡΥΧΤ 等于 ΓΔ,因为其亦等于 ΑΒ,所以平行四边形 ΩΤ 也等于 ΓΔ。
ἄλλο δὲ τὸ ΔΤ· ἔστιν ἄρα ὡς ἡ ΓΔ βάσις πρὸς τὴν ΔΤ, οὕτως ἡ ΩΤ πρὸς τὴν ΔΤ. καὶ ἐπεὶ στερεὸν παραλληλεπίπεδον τὸ ΓΙ ἐπιπέδῳ τῷ ΡΖ τέτμηται παραλλήλῳ ὄντι τοῖς ἀπεναντίον ἐπιπέδοις, ἔστιν ὡς ἡ ΓΔ βάσις πρὸς τὴν ΔΤ βάσιν, οὕτως τὸ ΓΖ στερεὸν πρὸς τὸ ΡΙ στερεόν.
而另有平行四边形 ΔΤ;因此,正如底面 ΓΔ 对 ΔΤ,平行四边形 ΩΤ 也对 ΔΤ。 又因为立体平行六面体 ΓΙ 被平行于其对面平面的平面 ΡΖ 所切,所以底面 ΓΔ 对底面 ΔΤ,正如立体 ΓΖ 对立体 ΡΙ。
διὰ τὰ αὐτὰ δή, ἐπεὶ στερεὸν παραλληλεπίπεδον τὸ ΩΙ ἐπιπέδῳ τῷ ΡΨ τέτμηται παραλλήλῳ ὄντι τοῖς ἀπεναντίον ἐπιπέδοις, ἔστιν ὡς ἡ ΩΤ βάσις πρὸς τὴν ΤΔ βάσιν, οὕτως τὸ ΩΨ στερεὸν πρὸς τὸ ΡΙ. ἀλλʼ ὡς ἡ ΓΔ βάσις πρὸς τὴν ΔΤ, οὕτως ἡ ΩΤ πρὸς τὴν ΔΤ· καὶ ὡς ἄρα τὸ ΓΖ στερεὸν πρὸς τὸ ΡΙ στερεόν, οὕτως τὸ ΩΨ στερεὸν πρὸς τὸ ΡΙ. ἑκάτερον ἄρα τῶν ΓΖ, ΩΨ στερεῶν πρὸς τὸ ΡΙ τὸν αὐτὸν ἔχει λόγον· ἴσον ἄρα ἐστὶ τὸ ΓΖ στερεὸν τῷ ΩΨ στερεῷ.
同理,因为立体平行六面体 ΩΙ 被平行于其对面平面的平面 ΡΨ 所切,所以底面 ΩΤ 对底面 ΤΔ,正如立体 ΩΨ 对立体 ΡΙ。 但是正如底面 ΓΔ 对 ΔΤ,正如 ΩΤ 对 ΔΤ;因此,正如立体 ΓΖ 对立体 ΡΙ,正如立体 ΩΨ 对立体 ΡΙ。 所以立体 ΓΖ、ΩΨ 各自对立体 ΡΙ 具有相同的比;所以立体 ΓΖ 等于立体 ΩΨ。
ἀλλὰ τὸ ΩΨ τῷ ΑΕ ἐδείχθη ἴσον· καὶ τὸ ΑΕ ἄρα τῷ ΓΖ ἐστιν ἴσον.
但是 ΩΨ 已被证明等于 ΑΕ;所以 ΑΕ 也等于 ΓΖ。
μὴ ἔστωσαν δὴ αἱ ἐφεστηκυῖαι αἱ ΑΗ, ΘΚ, ΒΕ, ΛΜ, ΓΝ, ΟΠ, ΔΖ, ΡΣ πρὸς ὀρθὰς ταῖς ΑΒ, ΓΔ βάσεσιν· λέγω πάλιν, ὅτι ἴσον τὸ ΑΕ στερεὸν τῷ ΓΖ στερεῷ.
现在,设立边 ΑΗ, ΘΚ, ΒΕ, ΛΜ, ΓΝ, ΟΠ, ΔΖ, ΡΣ 不垂直于底面 ΑΒ, ΓΔ;我再次说,立体 ΑΕ 等于立体 ΓΖ。
ἤχθωσαν γὰρ ἀπὸ τῶν Κ, Ε, Η, Μ, Π, Ζ, Ν, Σ σημείων ἐπὶ τὸ ὑποκείμενον ἐπίπεδον κάθετοι αἱ ΚΞ, ΕΤ, ΗΥ, ΜΦ, ΠΧ, ΖΨ, ΝΩ, ΣΙ, καὶ συμβαλλέτωσαν τῷ ἐπιπέδῳ κατὰ τὰ Ξ, Τ, Υ, Φ, Χ, Ψ, Ω, Ι σημεῖα, καὶ ἐπεζεύχθωσαν αἱ ΞΤ, ΞΥ, ΥΦ, ΤΦ, ΧΨ, ΧΩ, ΩΙ, ΙΨ. ἴσον δή ἐστι τὸ ΚΦ στερεὸν τῷ ΠΙ στερεῷ· ἐπί τε γὰρ ἴσων βάσεών εἰσι τῶν ΚΜ, ΠΣ καὶ ὑπὸ τὸ αὐτὸ ὕψος, ὧν αἱ ἐφεστῶσαι πρὸς ὀρθάς εἰσι ταῖς βάσεσιν.
因为,设从点 Κ, Ε, Η, Μ, Π, Ζ, Ν, Σ 向所设平面引垂线 ΚΞ, ΕΤ, ΗΥ, ΜΦ, ΠΧ, ΖΨ, ΝΩ, ΣΙ,且让它们在点 Ξ, Τ, Υ, Φ, Χ, Ψ, Ω, Ι 与该平面相交,且设 ΞΤ, ΞΥ, ΥΦ, ΤΦ, ΧΨ, ΧΩ, ΩΙ, ΙΨ 被联结起来。 那么立体 ΚΦ 等于立体 ΠΙ;因为它们在等底面 ΚΜ, ΠΣ 上,且高度相同,而它们的立边垂直于底面。
ἀλλὰ τὸ μὲν ΚΦ στερεὸν τῷ ΑΕ στερεῷ ἐστιν ἴσον, τὸ δὲ ΠΙ τῷ ΓΖ· ἐπί τε γὰρ τῆς αὐτῆς βάσεώς εἰσι καὶ ὑπὸ τὸ αὐτὸ ὕψος, ὧν αἱ ἐφεστῶσαι οὔκ εἰσιν ἐπὶ τῶν αὐτῶν εὐθειῶν.
但是立体 ΚΦ 等于立体 ΑΕ,而立体 ΠΙ 等于 ΓΖ;因为它们在同一底面上,且高度相同,而它们的立边不在同一直线上。
καὶ τὸ ΑΕ ἄρα στερεὸν τῷ ΓΖ στερεῷ ἐστιν ἴσον.
所以立体 ΑΕ 也等于立体 ΓΖ。
τὰ ἄρα ἐπὶ ἴσων βάσεων ὄντα στερεὰ παραλληλεπίπεδα καὶ ὑπὸ τὸ αὐτὸ ὕψος ἴσα ἀλλήλοις ἐστίν· ὅπερ ἔδει δεῖξαι.
因此,在等底面上且高度相同的立体平行六面体,彼此相等;这就是所要证明的。

词汇与语法注释

  1. 11.prop.31#2ἔστιν ἄρα ὡς ἡ ΓΔ βάσις πρὸς τὴν ΔΤ, οὕτως ἡ ΩΤ πρὸς τὴν ΔΤ. — “ὡς ... οὕτως ...”结构是表示两个比值相等(比例关系)的几何标准句型,此处意为“正如底面 ΓΔ 对 ΔΤ 的比,等同于 ΩΤ 对 ΔΤ 的比”。
  2. 11.prop.31#2ἐπιπέδῳ τῷ ΡΖ τέτμηται παραλλήλῳ ὄντι τοῖς ἀπεναντίον ἐπιπέδοις — “ἐπιπέδῳ τῷ ΡΖ”是工具或手段与格,与之呼应的虚词分词短语“παραλλήλῳ ὄντι...”补充说明了该平面“平行于其对面诸平面”这一条件。
  3. 11.prop.31#2μὴ ἔστωσαν δὴ αἱ ἐφεστηκυῖαι ... πρὸς ὀρθὰς ταῖς ΑΒ, ΓΔ βάσεσιν — 否定小词“μὴ”与第三人称复数命令行动词“ἔστωσαν”连用,以此作为证明的第二阶段,设想(假定)立边不垂直于底面的情况。

引用这一段

欧几里得, 几何原本 §11.prop.31#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:11.prop.31%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。