Humanitext Reader

欧几里得 · 几何原本 §10.prop2.69-10.prop2.70

与两种复合面积侧边共测的直线

第 205 段,共 316 段 · 希腊语

内容简介

命题69和命题70分别证明了:与“能产生有理和中面区域的线”以及“能产生两个中面区域的线”共测的线,其自身也是同种类型的无理线。

§10.prop2.69ἡ τῇ ῥητὸν καὶ μέσον δυναμένῃ σύμμετρος ῥητὸν καὶ μέσον δυναμένη ἐστίν.
与能产生有理和中面区域的线共测的线,其自身也是能产生有理和中面区域的线。
ἔστω ῥητὸν καὶ μέσον δυναμένη ἡ ΑΒ, καὶ τῇ ΑΒ σύμμετρος ἔστω ἡ ΓΔ· δεικτέον, ὅτι καὶ ἡ ΓΔ ῥητὸν καὶ μέσον δυναμένη ἐστίν.
设AB为能产生有理和中面区域的线,且设CD与AB共测;必须证明,CD也是能产生有理和中面区域的线。
διῃρήσθω ἡ ΑΒ εἰς τὰς εὐθείας κατὰ τὸ Ε· αἱ ΑΕ, ΕΒ ἄρα δυνάμει εἰσὶν ἀσύμμετροι ποιοῦσαι τὸ μὲν συγκείμενον ἐκ τῶν ἀπʼ αὐτῶν τετραγώνων μέσον, τὸ δʼ ὑπʼ αὐτῶν ῥητόν·
设AB在E处被分成它的组成线;因此AE、EB在平方上不共测,它们使得它们之上的正方形之和为中面,而由它们所围成的矩形为有理。
καὶ τὰ αὐτὰ κατεσκευάσθω τοῖς πρότερον.
且设作图与先前相同。
ὁμοίως δὴ δείξομεν, ὅτι καὶ αἱ ΓΖ, ΖΔ δυνάμει εἰσὶν ἀσύμμετροι, καὶ σύμμετρον τὸ μὲν συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΕ, ΕΒ τῷ συγκειμένῳ ἐκ τῶν ἀπὸ τῶν ΓΖ, ΖΔ, τὸ δὲ ὑπὸ ΑΕ, ΕΒ τῷ ὑπὸ ΓΖ, ΖΔ· ὥστε καὶ τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΓΖ, ΖΔ τετραγώνων ἐστὶ μέσον, τὸ δʼ ὑπὸ τῶν ΓΖ, ΖΔ ῥητόν.
同样地,我们将证明CZ、ZD在平方上也不共测,且AE、EB之上的正方形之和与CZ、ZD之上的正方形之和共测,由AE、EB所围成的矩形也与由 CZ、ZD所围成的矩形共测;所以CZ、ZD之上的正方形之和也是中面,而由CZ、ZD所围成的矩形是有理的。
ῥητὸν ἄρα καὶ μέσον δυναμένη ἐστὶν ἡ ΓΔ· ὅπερ ἔδει δεῖξαι.
从而CD是能产生有理和中面区域的线;即所要求证的。
§10.prop2.70ἡ τῇ δύο μέσα δυναμένῃ σύμμετρος δύο μέσα δυναμένη ἐστίν.
与能产生两个中面区域的线共测的线,其自身也是能产生两个中面区域的线。
ἔστω δύο μέσα δυναμένη ἡ ΑΒ, καὶ τῇ ΑΒ σύμμετρος ἡ ΓΔ· δεικτέον, ὅτι καὶ ἡ ΓΔ δύο μέσα δυναμένη ἐστίν.
设AB为能产生两个中面区域的线,且设CD与AB共测;必须证明,CD也是能产生两个中面区域的线。
ʼἐπεὶ γὰρ δύο μέσα δυναμένη ἐστὶν ἡ ΑΒ, διῃρήσθω εἰς τὰς εὐθείας κατὰ τὸ Ε· αἱ ΑΕ, ΕΒ ἄρα δυνάμει εἰσὶν ἀσύμμετροι ποιοῦσαι τό τε συγκείμενον ἐκ τῶν ἀπʼ αὐτῶν μέσον καὶ τὸ ὑπʼ αὐτῶν μέσον καὶ ἔτι ἀσύμμετρον τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΕ, ΕΒ τετραγώνων τῷ ὑπὸ τῶν ΑΕ, ΕΒ·
因为AB是能产生两个中面区域的线,设它在E处被分成它的组成线;因此AE、EB在平方上不共测,它们使得它们之上的正方形之和为中面,且由它们所围成的矩形为中面,并且AE、EB之上的正方形之和与由AE、EB所围成的矩形不共测。
καὶ κατεσκευάσθω τὰ αὐτὰ τοῖς πρότερον.
且设作图与先前相同。
ὁμοίως δὴ δείξομεν, ὅτι καὶ αἱ ΓΖ, ΖΔ δυνάμει εἰσὶν ἀσύμμετροι καὶ σύμμετρον τὸ μὲν συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΕ, ΕΒ τῷ συγκειμένῳ ἐκ τῶν ἀπὸ τῶν ΓΖ, ΖΔ, τὸ δὲ ὑπὸ τῶν ΑΕ, ΕΒ τῷ ὑπὸ τῶν ΓΖ, ΖΔ· ὥστε καὶ τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΓΖ, ΖΔ τετραγώνων μέσον ἐστὶ καὶ τὸ ὑπὸ τῶν ΓΖ, ΖΔ μέσον καὶ ἔτι ἀσύμμετρον τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΓΖ, ΖΔ τετραγώνων τῷ ὑπὸ τῶν ΓΖ, ΖΔ. ἡ ἄρα ΓΔ δύο μέσα δυναμένη ἐστίν·
同样地,我们将证明CZ、ZD在平方上也不共测,且AE、EB之上的正方形之和与 CZ、ZD之上的正方形之和共测,由AE、EB所围成的矩形与由CZ、ZD所围成的矩形共测;所以CZ、ZD之上的正方形之和是中面,且由CZ、ZD所围成的矩形是中面,并且CZ、ZD之上的正方形之和与由CZ、ZD所围成的矩形不共测。
ὅπερ ἔδει δεῖξαι.
从而CD是能产生两个中面区域的线;即所要求证的。

词汇与语法注释

  1. §10.prop2.69ῥητὸν καὶ μέσον δυναμένη — 意为“在平方上能产生有理和中面(面积)的线”。在几何学上,它指的是一种无理线,其上的正方形面积等于一个有理面积与一个中面面积之和(《几何原本》第十卷定义中的第四种无理线)。现在分词阴性单数 δυναμένη 在此与冠词 ἡ 连用,作名词性使用,意为“侧边”。
  2. §10.prop2.69εἰς τὰς εὐθείας — 意为“分成一些直线”。在此语境下,它指将作为整体的直线AB分割成它的组成直线(即AE与EB)。宾格复数 εὐθείας 受前置词 εἰς 支配。
  3. §10.prop2.69τοῖς πρότερον — 中性复数与格,意为“与先前的事物”(形容词 πρότερος 的名词化与格)。这里指在前述命题(如命题67或68)中所进行的类似几何作图和证明步骤(尤其是使比率如 AB:CD = AE:CZ 相等)。
  4. §10.prop2.70δύο μέσα δυναμένη — 意为“在平方上能产生两个中面(面积)的线”。在几何学上,它指的是一种无理线,其上的正方形面积等于两个在平方上不共测的中面面积之和(《几何原本》第十卷定义中的第五种无理线)。

引用这一段

欧几里得, 几何原本 §10.prop2.69-10.prop2.70. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop2.69-10.prop2.70

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。