Humanitext Reader

欧几里得 · 几何原本 §10.prop2.63-10.prop2.64

大线等平方贴合于有理线所得之宽

第 202 段,共 316 段 · 希腊语

内容简介

本章分别证明,在有理线上贴合由大线和能产生有理和中面面积的线所围成的正方形,所得之宽分别为第四二名线和第五二名线。

§10.prop2.63τὸ ἀπὸ τῆς μείζονος παρὰ ῥητὴν παραβαλλόμενον πλάτος ποιεῖ τὴν ἐκ δύο ὀνομάτων τετάρτην.
在有理线上贴合由大线所围成的正方形,所得之宽是一条第四二名线。
ἔστω μείζων ἡ ΑΒ διῃρημένη κατὰ τὸ Γ, ὥστε μείζονα εἶναι τὴν ΑΓ τῆς ΓΒ, ῥητὴ δὲ ἡ ΔΕ, καὶ τῷ ἀπὸ τῆς ΑΒ ἴσον παρὰ τὴν ΔΕ παραβεβλήσθω τὸ ΔΖ παραλληλόγραμμον πλάτος ποιοῦν τὴν ΔΗ· λέγω, ὅτι ἡ ΔΗ ἐκ δύο ὀνομάτων ἐστὶ τετάρτη.
设AB为在C处被分成的大线,使得AC大于CB,且设DE为有理线,且在 DE上贴合一个等于AB之上的正方形 the 平行四边形DZ,产生宽为DH;我说,DH是第四二名线。
Κατεσκευάσθω τὰ αὐτὰ τοῖς προδεδειγμένοις.
因为设作图与此前证明的相同。
καὶ ἐπεὶ μείζων ἐστὶν ἡ ΑΒ διῃρημένη κατὰ τὸ Γ, αἱ ΑΓ, ΓΒ δυνάμει εἰσὶν ἀσύμμετροι ποιοῦσαι τὸ μὲν συγκείμενον ἐκ τῶν ἀπʼ αὐτῶν τετραγώνων ῥητόν, τὸ δὲ ὑπʼ αὐτῶν μέσον.
又因为AB是在C处被分成的大线,所以AC、CB在平方上不共测,它们使得它们之上的正方形之和为有理,而由它们所围成的矩形为中面。
ἐπεὶ οὖν ῥητόν ἐστι τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΓ, ΓΒ, ῥητὸν ἄρα ἐστὶ τὸ ΔΛ· ῥητὴ ἄρα καὶ ἡ ΔΜ καὶ σύμμετρος τῇ ΔΕ μήκει.
由于AC、CB之上的正方形之和是有理的,所以DL也是有理的;因此DM也是有理的,且在长度上与DE共测。
πάλιν, ἐπεὶ μέσον ἐστὶ τὸ δὶς ὑπὸ τῶν ΑΓ, ΓΒ, τουτέστι τὸ ΜΖ, καὶ παρὰ ῥητήν ἐστι τὴν ΜΛ, ῥητὴ ἄρα ἐστὶ καὶ ἡ ΜΗ καὶ ἀσύμμετρος τῇ ΔΕ μήκει· ἀσύμμετρος ἄρα ἐστὶ καὶ ἡ ΔΜ τῇ ΜΗ μήκει.
再次,因为由AC、CB所围成的矩形的两倍即MZ是中面,且贴合在有理线ML上,所以MH也是有理的,且在长度上与 DE不共测;因此DM在长度上与MH也不共测。
αἱ ΔΜ, ΜΗ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἐκ δύο ἄρα ὀνομάτων ἐστὶν ἡ ΔΗ. δεικτέον, ὅτι καὶ τετάρτη.
因此DM、MH是仅在平方上共测的有理线;因此DH是一条二名线。 现在必须证明,它也是第四二名线。
ὁμοίως δὴ δείξομεν τοῖς πρότερον, ὅτι μείζων ἐστὶν ἡ ΔΜ τῆς ΜΗ, καὶ ὅτι τὸ ὑπὸ ΔΚΜ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΜΝ. ἐπεὶ οὖν ἀσύμμετρόν ἐστι τὸ ἀπὸ τῆς ΑΓ τῷ ἀπὸ τῆς ΓΒ, ἀσύμμετρον ἄρα ἐστὶ καὶ τὸ ΔΘ τῷ ΚΛ· ὥστε ἀσύμμετρος καὶ ἡ ΔΚ τῇ ΚΜ ἐστιν.
我们将同样地推论出,如同先前的命题,DM 大于MH,且由DKM所围成的矩形等于MN之上的正方形。 由于AC之上的正方形与CB之上的正方形不共测,所以DΘ与KL也不共测;从而DK与KM也不共测。
ἐὰν δὲ ὦσι δύο εὐθεῖαι ἄνισοι, τῷ δὲ τετάρτῳ μέρει τοῦ ἀπὸ τῆς ἐλάσσονος ἴσον παραλληλόγραμμον παρὰ τὴν μείζονα παραβληθῇ ἐλλεῖπον εἴδει τετραγώνῳ καὶ εἰς ἀσύμμετρα αὐτὴν διαιρῇ, ἡ μείζων τῆς ἐλάσσονος μεῖζον δυνήσεται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ μήκει· ἡ ΔΜ ἄρα τῆς ΜΗ μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ.
如果两条不等直线,且在较长的一条上贴合一个等于较短一条之上的正方形的四分之一的平行四边形,以正方形的形式不足,并将其分成不共测的段,则较长一线的平方大于较短一线的平方,其差为与较长一线在长度上不共测的线之上的正方形;因此DM的平方大于MH的平方,其差为与DM不共测的线之上的正方形。
καί εἰσιν αἱ ΔΜ, ΜΗ ῥηταὶ δυνάμει μόνον σύμμετροι, καὶ ἡ ΔΜ σύμμετρός ἐστι τῇ ἐκκειμένῃ ῥητῇ τῇ ΔΕ. ἡ ΔΗ ἄρα ἐκ δύο ὀνομάτων ἐστὶ τετάρτη· ὅπερ ἔδει δεῖξαι.
且 DM、MH是仅在平方上共测的有理线,且DM与给定的有理线DE共测。 因此DH是第四二名线;即所要求证的。
§10.prop2.64τὸ ἀπὸ τῆς ῥητὸν καὶ μέσον δυναμένης παρὰ ῥητὴν παραβαλλόμενον πλάτος ποιεῖ τὴν ἐκ δύο ὀνομάτων πέμπτην.
在有理线上贴合由能产生有理和中面面积的线所围成的正方形,所得之宽是一条第五二名线。
ἔστω ῥητὸν καὶ μέσον δυναμένη ἡ ΑΒ διῃρημένη εἰς τὰς εὐθείας κατὰ τὸ Γ, ὥστε μείζονα εἶναι τὴν ΑΓ, καὶ ἐκκείσθω ῥητὴ ἡ ΔΕ, καὶ τῷ ἀπὸ τῆς ΑΒ ἴσον παρὰ τὴν ΔΕ παραβεβλήσθω τὸ ΔΖ πλάτος ποιοῦν τὴν ΔΗ· λέγω, ὅτι ἡ ΔΗ ἐκ δύο ὀνομάτων ἐστὶ πέμπτη.
设AB为在C处被分成直线的能产生有理和中面面积的线,使得较长的一段为AC,并设有一条有理线DE,且在DE上贴合一个等于AB之上的正方形的平行四边形DZ,产生宽为DH;我说,DH是第五二名线。
Κατεσκευάσθω τὰ αὐτὰ τοῖς πρὸ τούτου.
因为设作图与此前的命题相同。
ἐπεὶ οὖν ῥητὸν καὶ μέσον δυναμένη ἐστὶν ἡ ΑΒ διῃρημένη κατὰ τὸ Γ, αἱ ΑΓ, ΓΒ ἄρα δυνάμει εἰσὶν ἀσύμμετροι ποιοῦσαι τὸ μὲν συγκείμενον ἐκ τῶν ἀπʼ αὐτῶν τετραγώνων μέσον, τὸ δʼ ὑπʼ αὐτῶν ῥητόν.
由于AB是在C处被分成的能产生有理和中面面积的线,所以AC、CB在平方上不共测,它们使得它们之上的正方形之和为中面,而由它们所围成的矩形为有理。
ἐπεὶ οὖν μέσον ἐστὶ τὸ συγκείμενον ἐκ τῶν ἀπὸ τῶν ΑΓ, ΓΒ, μέσον ἄρα ἐστὶ τὸ ΔΛ· ὥστε ῥητή ἐστιν ἡ ΔΜ καὶ μήκει ἀσύμμετρος τῇ ΔΕ. πάλιν, ἐπεὶ ῥητόν ἐστι τὸ δὶς ὑπὸ τῶν ΑΓΒ, τουτέστι τὸ ΜΖ, ῥητὴ ἄρα ἡ ΜΗ καὶ σύμμετρος τῇ ΔΕ. ἀσύμμετρος ἄρα ἡ ΔΜ τῇ ΜΗ· αἱ ΔΜ, ΜΗ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἐκ δύο ἄρα ὀνομάτων ἐστὶν ἡ ΔΗ. λέγω δή, ὅτι καὶ πέμπτη.
由于AC、CB之上的正方形之和是中面,所以DL也是中面;从而DM是有理的,且在长度上与DE不共测。 再次,因为由 ACB所围成的矩形的两倍即MZ是有理的,所以MH也是有理的,且与DE共测。 因此DM与MH不共测;因此DM、MH是仅在平方上共测的有理线;因此DH是一条二名线。 现在必须证明,它也是第五二名线。
ὁμοίως γὰρ δειχθήσεται, ὅτι τὸ ὑπὸ τῶν ΔΚΜ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΜΝ, καὶ ἀσύμμετρος ἡ ΔΚ τῇ ΚΜ μήκει· ἡ ΔΜ ἄρα τῆς ΜΗ μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ.
因为同样地,可以证明由DKM所围成的矩形等于MN之上的正方形,且DK在长度上与KM不共测;因此DM的平方大于MH的平方,其差为与DM不共测的线之上的正方形。
καί εἰσιν αἱ ΔΜ, ΜΗ δυνάμει μόνον σύμμετροι, καὶ ἡ ἐλάσσων ἡ ΜΗ σύμμετρος τῇ ΔΕ μήκει.
且DM、MH仅在平方上共测,而较短的一项MH在长度上与 DE共测。
ἡ ΔΗ ἄρα ἐκ δύο ὀνομάτων ἐστὶ πέμπτη· ὅπερ ἔδει δεῖξαι.
因此DH是第五二名线;即所要求证的。

词汇与语法注释

  1. §10.prop2.63ἐὰν δὲ ὦσι δύο εὐθεῖαι... — 这是一个包含虚拟语气(ἐὰν δὲ ὦσι... παραβληθῇ... καὶ... διαιρῇ)的条件句,引用了此前命题(X.18)中的一般几何规律。其结论部分使用了将来直陈式(μείζον δυνήσεται),为其后针对具体线段的推导(ἡ ΔΜ ἄρα... μεῖζον δύναται...)建立了逻辑过渡。
  2. §10.prop2.64ῥητὸν καὶ μέσον δυναμένη — 动词 δύναμαι 的阴性单数现在分词 δυναμένη 在数学文本中是个专业术语,表示“平方后能产生(以宾格表示的面积)”。此处它以 ῥητὸν καὶ μέσον 为其宾格宾语,指代“其平方等于一个有理面积与一个中面面积之和的直线”。

引用这一段

欧几里得, 几何原本 §10.prop2.63-10.prop2.64. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop2.63-10.prop2.64

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。