Humanitext Reader

欧几里得 · 几何原本 §10.prop2.54

第一二项线与有理线所围面积的边

第 196 段,共 316 段 · 希腊语

内容简介

几何证明由一条有理直线与第一二项线围成的矩形(面积)的方根(等面积正方形的边长)是一条二项线。

§10.prop2.54ἐὰν χωρίον περιέχηται ὑπὸ ῥητῆς καὶ τῆς ἐκ δύο ὀνομάτων πρώτης, ἡ τὸ χωρίον δυναμένη ἄλογός ἐστιν ἡ καλουμένη ἐκ δύο ὀνομάτων.
若一面积由一有理线与第一二项线所围成,则该面积的方根是一条无理线,即所谓的二项线。
χωρίον γὰρ τὸ ΑΓ περιεχέσθω ὑπὸ ῥητῆς τῆς ΑΒ καὶ τῆς ἐκ δύο ὀνομάτων πρώτης τῆς ΑΔ· λέγω, ὅτι ἡ τὸ ΑΓ χωρίον δυναμένη ἄλογός ἐστιν ἡ καλουμένη ἐκ δύο ὀνομάτων.
设面积AC由有理线AB 及第一二项线AD所围成;我说,面积AC的方根是一条无理线,即所谓的二项线。
ἐπεὶ γὰρ ἐκ δύο ὀνομάτων ἐστὶ πρώτη ἡ ΑΔ, διῃρήσθω εἰς τὰ ὀνόματα κατὰ τὸ Ε, καὶ ἔστω τὸ μεῖζον ὄνομα τὸ ΑΕ. φανερὸν δή, ὅτι αἱ ΑΕ, ΕΔ ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι, καὶ ἡ ΑΕ τῆς ΕΔ μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ, καὶ ἡ ΑΕ σύμμετρός ἐστι τῇ ἐκκειμένῃ ῥητῇ τῇ ΑΒ μήκει.
因为AD是第一二项线,设它在点E处被分成两个项,并设较长的项为AE。 因此,显然AE、ED是仅在平方上共测的有理线,且AE平方大于ED,其相差是与它自身在长度上共测的线之上的正方形,且AE在长度上与给出的有理线AB共测。
τετμήσθω δὴ ἡ ΕΔ δίχα κατὰ τὸ Ζ σημεῖον.
现在,设ED在点Z处被二等分。
καὶ ἐπεὶ ἡ ΑΕ τῆς ΕΔ μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ, ἐὰν ἄρα τῷ τετάρτῳ μέρει τοῦ ἀπὸ τῆς ἐλάσσονος, τουτέστι τῷ ἀπὸ τῆς ΕΖ, ἴσον παρὰ τὴν μείζονα τὴν ΑΕ παραβληθῇ ἐλλεῖπον εἴδει τετραγώνῳ, εἰς σύμμετρα αὐτὴν διαιρεῖ.
又因为AE平方大于ED,其相差是与它自身共测的线之上的正方形,所以,若将等于较小项之平方的四分之一,即EZ之上的正方形,沿较大项AE贴合,并缺一正方形,则它把AE分成彼此共测的部分。
παραβεβλήσθω οὖν παρὰ τὴν ΑΕ τῷ ἀπὸ τῆς ΕΖ ἴσον τὸ ὑπὸ ΑΗ, ΗΕ· σύμμετρος ἄρα ἐστὶν ἡ ΑΗ τῇ ΕΗ μήκει.
因此,设沿AE贴合由 AH、HE所围成的矩形,等于EZ之上的正方形;所以AH在长度上与EH共测。
καὶ ἤχθωσαν ἀπὸ τῶν Η, Ε, Ζ ὁποτέρᾳ τῶν ΑΒ, ΓΔ παράλληλοι αἱ ΗΘ, ΕΚ, ΖΛ· καὶ τῷ μὲν ΑΘ παραλληλογράμμῳ ἴσον τετράγωνον συνεστάτω τὸ ΣΝ, τῷ δὲ ΗΚ ἴσον τὸ ΝΠ, καὶ κείσθω ὥστε ἐπʼ εὐθείας εἶναι τὴν ΜΝ τῇ ΝΞ· ἐπʼ εὐθείας ἄρα ἐστὶ καὶ ἡ ΡΝ τῇ ΝΟ. καὶ συμπεπληρώσθω τὸ ΣΠ παραλληλόγραμμον· τετράγωνον ἄρα ἐστὶ τὸ ΣΠ. καὶ ἐπεὶ τὸ ὑπὸ τῶν ΑΗ, ΗΕ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΕΖ, ἔστιν ἄρα ὡς ἡ ΑΗ πρὸς ΕΖ, οὕτως ἡ ΖΕ πρὸς ΕΗ· καὶ ὡς ἄρα τὸ ΑΘ πρὸς ΕΛ, τὸ ΕΛ πρὸς ΚΗ·
并设从H、E、Z引出平行于AB、CD中任一条的直线HT、EK、ZL;并设作一个等于平行四边形AT的正方形SN,以及等于HK的正方形NP,并把它们放置成:MN与 NX在一条直线上;因此RN与NO也在一条直线上。 并完成平行四边形SP;所以SP是一个正方形。 又因为由AH、HE所围成的矩形等于EZ之上的正方形,所以正如AH对EZ,ZE对EH;因此正如AT对 EL,EL对KH;所以在AT、HK之间成比例中项的是EL。
τῶν ΑΘ, ΗΚ ἄρα μέσον ἀνάλογόν ἐστι τὸ ΕΛ. ἀλλὰ τὸ μὲν ΑΘ ἴσον ἐστὶ τῷ ΣΝ, τὸ δὲ ΗΚ ἴσον τῷ ΝΠ·
但AT等于SN,且HK等于NP;所以在SN、NP之间成比例中项的是EL。
τῶν ΣΝ, ΝΠ ἄρα μέσον ἀνάλογόν ἐστι τὸ ΕΛ. ἔστι δὲ τῶν αὐτῶν τῶν ΣΝ, ΝΠ μέσον ἀνάλογον καὶ τὸ ΜΡ· ἴσον ἄρα ἐστὶ τὸ ΕΛ τῷ ΜΡ· ὥστε καὶ τῷ ΟΞ ἴσον ἐστίν.
但在同样的SN、NP之间成比例中项的也有MP;因此EL等于 MP;使得它也等于OX。
ἔστι δὲ καὶ τὰ ΑΘ, ΗΚ τοῖς ΣΝ, ΝΠ ἴσα· ὅλον ἄρα τὸ ΑΓ ἴσον ἐστὶν ὅλῳ τῷ ΣΠ, τουτέστι τῷ ἀπὸ τῆς ΜΞ τετραγώνῳ·
而AT、HK也等于SN、NP;因此整体AC等于整体SP,即等于MX之上的正方形;所以MX是面积AC的方根。
τὸ ΑΓ ἄρα δύναται ἡ ΜΞ. λέγω, ὅτι ἡ ΜΞ ἐκ δύο ὀνομάτων ἐστίν.
我说,MX是一条二项线。
ἐπεὶ γὰρ σύμμετρός ἐστιν ἡ ΑΗ τῇ ΗΕ, σύμμετρός ἐστι καὶ ἡ ΑΕ ἑκατέρᾳ τῶν ΑΗ, ΗΕ. ὑπόκειται δὲ καὶ ἡ ΑΕ τῇ ΑΒ σύμμετρος· καὶ αἱ ΑΗ, ΗΕ ἄρα τῇ ΑΒ σύμμετροί εἰσιν.
因为AH与HE共测,所以AE也与AH、HE之每一个共测。 但AE也设定为与AB共测;因此AH、HE也与AB共测。
καί ἐστι ῥητὴ ἡ ΑΒ· ῥητὴ ἄρα ἐστὶ καὶ ἑκατέρα τῶν ΑΗ, ΗΕ· ῥητὸν ἄρα ἐστὶν ἑκάτερον τῶν ΑΘ, ΗΚ, καί ἐστι σύμμετρον τὸ ΑΘ τῷ ΗΚ. ἀλλὰ τὸ μὲν ΑΘ τῷ ΣΝ ἴσον ἐστίν, τὸ δὲ ΗΚ τῷ ΝΠ· καὶ τὰ ΣΝ, ΝΠ ἄρα, τουτέστι τὰ ἀπὸ τῶν ΜΝ, ΝΞ, ῥητά ἐστι καὶ σύμμετρα.
且AB是有理的;所以AH、HE之每一个也是有理的;因此AT、HK之每一个也是有理的,且AT与HK共测。 但AT等于SN,且HK等于NP;因此SN、NP,即MN、NX之上的正方形,也是有理的且共测的。
καὶ ἐπεὶ ἀσύμμετρός ἐστιν ἡ ΑΕ τῇ ΕΔ μήκει, ἀλλʼ ἡ μὲν ΑΕ τῇ ΑΗ ἐστι σύμμετρος, ἡ δὲ ΔΕ τῇ ΕΖ σύμμετρος, ἀσύμμετρος ἄρα καὶ ἡ ΑΗ τῇ ΕΖ· ὥστε καὶ τὸ ΑΘ τῷ ΕΛ ἀσύμμετρόν ἐστιν.
又因为AE在长度上与ED不共测,但AE与 AH共测,且DE与EZ共测,所以AH也与EZ不共测;使得AT也与EL不共测。
ἀλλὰ τὸ μὲν ΑΘ τῷ ΣΝ ἐστιν ἴσον, τὸ δὲ ΕΛ τῷ ΜΡ· καὶ τὸ ΣΝ ἄρα τῷ ΜΡ ἀσύμμετρόν ἐστιν.
但AT等于SN,且EL等于MP;所以SN也与MP不共测。
ἀλλʼ ὡς τὸ ΣΝ πρὸς ΜΡ, ἡ ΟΝ πρὸς τὴν ΝΡ· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΟΝ τῇ ΝΡ. ἴση δὲ ἡ μὲν ΟΝ τῇ ΜΝ, ἡ δὲ ΝΡ τῇ ΝΞ·
但正如SN对MP,ON对NP;因此 ON与NP不共测。 但ON等于MN,且NP等于NX;因此MN与NX不共测。
ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΜΝ τῇ ΝΞ. καί ἐστι τὸ ἀπὸ τῆς ΜΝ σύμμετρον τῷ ἀπὸ τῆς ΝΞ, καὶ ῥητὸν ἑκάτερον· αἱ ΜΝ, ΝΞ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι.
且MN之上的正方形与NX之上の正方形共测,且每一者都是有理的;所以MN、NX是仅在平方上共测的有理线。
ἡ ΜΞ ἄρα ἐκ δύο ὀνομάτων ἐστὶ καὶ δύναται τὸ ΑΓ· ὅπερ ἔδει δεῖξαι.
因此MX是二项线,且是面积AC的方根;即所要求证的。

词汇与语法注释

  1. 10.prop2.54ἡ τὸ χωρίον δυναμένη — “面积的方根(相当于平方根的直线)”。动词 δύναμαι(在平方上等于,作为边围成正方形)的现在分词阴性单数形式,在此省略了阴性名词 γραμμή(直线)。这是一个公式化名词短语,用以指代其自乘正方形面积等于已知面积的直线。
  2. 15παρὰ τὴν μείζονα τὴν ΑΕ παραβληθῇ ἐλλεῖπον εἴδει τετραγώνῳ — 希腊数学中关于“面积贴合(παραβολή)”的定性句式。不定过去被动虚拟式动词 παραβληθῇ(“被贴合”)与现在主动分词 ἐλλεῖπον(“不足/缺失”)及方式与格 εἴδει τετραγώνῳ(“以正方形的形状”)连用,描述了在已知线段上贴合一已知面积、同时在其一端留下一正方形缺失部分的几何作图步骤。

引用这一段

欧几里得, 几何原本 §10.prop2.54. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop2.54

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。