Humanitext Reader

欧几里得 · 几何原本 §10.prop2.53#2

第六二项线的证明完成及关于正方形的引理

第 195 段,共 316 段 · 希腊语

内容简介

证明所得线满足第六二项线的条件,从而完成命题53。接着给出一个几何引理,证明将两个正方形对齐并补全平行四边形后,所得的新图形亦为正方形,且其中存在特定的比例中项。

§10.prop2.53#2ἔστω οὖν τῷ ἀπὸ ΖΗ ἴσα τὰ ἀπὸ τῶν ΗΘ, Κ·
设ZH之上的正方形等于HT、K之上的正方形。
ἀναστρέψαντι ἄρα ὡς ὁ ΑΒ πρὸς ΒΓ, οὕτως τὸ ἀπὸ ΖΗ πρὸς τὸ ἀπὸ τῆς Κ. ὁ δὲ ΑΒ πρὸς τὸν ΒΓ λόγον οὐκ ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν·
因此,由反转比,正如AB对BC,ZH之上的正方形对K之上的正方形。
ὥστε οὐδὲ τὸ ἀπὸ ΖΗ πρὸς τὸ ἀπὸ τῆς Κ λόγον ἔχει, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν.
而AB对BC不具有平方数对平方数的比;使得ZH之上的正方形对K之上的正方形也不具有平方数对平方数的比。
ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΖΗ τῇ Κ μήκει· ἡ ΖΗ ἄρα τῆς ΗΘ μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ.
因此ZH在长度上与K不共测;所以ZH平方大于HT,其相差是与它自身在长度上不共测的线之上的正方形。
καί εἰσιν αἱ ΖΗ, ΗΘ ῥηταὶ δυνάμει μόνον σύμμετροι, καὶ οὐδετέρα αὐτῶν σύμμετρός ἐστι μήκει τῇ ἐκκειμένῃ ῥητῇ τῇ Ε. ἡ ΖΘ ἄρα ἐκ δύο ὀνομάτων ἐστὶν ἕκτη· ὅπερ ἔδει δεῖξαι.
且 ZH、HT是仅在平方上共测的有理线,且它们之中的任何一个在长度上都与给出的有理线E不共测。 因此ZT是第六二项线;即所要求证的。
λῆμμα ἔστω δύο τετράγωνα τὰ ΑΒ, ΒΓ καὶ κείσθωσαν ὥστε ἐπʼ εὐθείας εἶναι τὴν ΔΒ τῇ ΒΕ· ἐπʼ εὐθείας ἄρα ἐστὶ καὶ ἡ ΖΒ τῇ ΒΗ. καὶ συμπεπληρώσθω τὸ ΑΓ παραλληλόγραμμον·
引理设有两正方形AB、BC,且把它们放置成:DB与BE在一条直线上;因此ZB与BH也在一条直线上。
λέγω, ὅτι τετράγωνόν ἐστι τὸ ΑΓ, καὶ ὅτι τῶν ΑΒ, ΒΓ μέσον ἀνάλογόν ἐστι τὸ ΔΗ, καὶ ἔτι τῶν ΑΓ, ΓΒ μέσον ἀνάλογόν ἐστι τὸ ΔΓ. ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ μὲν ΔΒ τῇ ΒΖ, ἡ δὲ ΒΕ τῇ ΒΗ, ὅλη ἄρα ἡ ΔΕ ὅλῃ τῇ ΖΗ ἐστιν ἴση.
并完成平行四边形AC;我说,AC是一个正方形,且在 AB、BC之间成比例中项的是DH,进而,在AC、CB之间成比例中项的是DC。 因为DB等于BZ,且BE等于BH,所以整体DE等于整体ZH。
ἀλλʼ ἡ μὲν ΔΕ ἑκατέρᾳ τῶν ΑΘ, ΚΓ ἐστιν ἴση, ἡ δὲ ΖΗ ἑκατέρᾳ τῶν ΑΚ, ΘΓ ἐστιν ἴση· καὶ ἑκατέρα ἄρα τῶν ΑΘ, ΚΓ ἑκατέρᾳ τῶν ΑΚ, ΘΓ ἐστιν ἴση.
但 DE等于AT、KC之每一个,而ZH等于AK、TC之每一个;因此AT、KC之每一个也等于AK、TC之每一个。
ἰσόπλευρον ἄρα ἐστὶ τὸ ΑΓ παραλληλόγραμμον· ἔστι δὲ καὶ ὀρθογώνιον·
因此平行四边形AC是等边的;且它也是直角的;所以AC是一个正方形。
τετράγωνον ἄρα ἐστὶ τὸ ΑΓ. καὶ ἐπεί ἐστιν ὡς ἡ ΖΒ πρὸς τὴν ΒΗ, οὕτως ἡ ΔΒ πρὸς τὴν ΒΕ, ἀλλʼ ὡς μὲν ἡ ΖΒ πρὸς τὴν ΒΗ, οὕτως τὸ ΑΒ πρὸς τὸ ΔΗ, ὡς δὲ ἡ ΔΒ πρὸς τὴν ΒΕ, οὕτως τὸ ΔΗ πρὸς τὸ ΒΓ, καὶ ὡς ἄρα τὸ ΑΒ πρὸς τὸ ΔΗ, οὕτως τὸ ΔΗ πρὸς τὸ ΒΓ. τῶν ΑΒ, ΒΓ ἄρα μέσον ἀνάλογόν ἐστι τὸ ΔΗ. λέγω δή, ὅτι καὶ τῶν ΑΓ, ΓΒ μέσον ἀνάλογόν τὸ ΔΓ. ἐπεὶ γάρ ἐστιν ὡς ἡ ΑΔ πρὸς τὴν ΔΚ, οὕτως ἡ ΚΗ πρὸς τὴν ΗΓ·
又因为正如ZB对BH,DB对BE,而正如ZB对BH,AB对DH,正如DB对BE,DH对BC,所以正如AB对DH,DH对BC。 因此在AB、BC之间成比例中项的是 DH。 我还要说,在AC、CB之间成比例中项的是DC。
ἴση γάρ ἑκατέρα ἑκατέρᾳ·
因为正如AD对DK,KH对HC;(因为每一边分别等于对应边);且合比,正如AK对KD,KC对CH,而正如AK对KD,AC对CD,正如KC对CH,DC对CB,所以正如AC对DC,DC对BC。
καὶ συνθέντι ὡς ἡ ΑΚ πρὸς ΚΔ, οὕτως ἡ ΚΓ πρὸς ΓΗ, ἀλλʼ ὡς μὲν ἡ ΑΚ πρὸς ΚΔ, οὕτως τὸ ΑΓ πρὸς τὸ ΓΔ, ὡς δὲ ἡ ΚΓ πρὸς ΓΗ, οὕτως τὸ ΔΓ πρὸς ΓΒ, καὶ ὡς ἄρα τὸ ΑΓ πρὸς ΔΓ, οὕτως τὸ ΔΓ πρὸς τὸ ΒΓ. τῶν ΑΓ, ΓΒ ἄρα μέσον ἀνάλογόν ἐστι τὸ ΔΓ· ἃ προέκειτο δεῖξαι.
因此在AC、CB之间成比例中项的是DC;这是所拟证明的。

词汇与语法注释

  1. §10.prop2.53#2ἀναστρέψαντι — 不定过去时主动分词与格(阳性或中性单数)。在几何论证中用作表示假想行为者(读者或论证者)的参考与格或类似与格独立结构,意为“(如果有人)反转比的话”或“通过反转比”。
  2. §10.prop2.53#2μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ — 意为“在平方上大,其相差为与自身不共测的线之上的正方形”。“δύναται”是几何学术语,意为“在平方上(等于或大于)”。“τῷ ἀπὸ”是表示差额的与格(“由……之上的正方形”),在属格形容词“ἀσυμμέτρου”后省略了“εὐθείας”(直线)。与格“ἑαυτῇ”修饰“ἀσυμμέτρου”(“与自身不共测”)。
  3. §10.prop2.53#2ἴση γάρ ἑκατέρα ἑκατέρᾳ — 意为“因为每一边分别等于对应边”。主格“ἑκατέρα”(指AD与KH)与与格“ἑκατέρᾳ”(指DK与HC)表示两两对应的相等关系(即AD = KH且DK = HC)。

引用这一段

欧几里得, 几何原本 §10.prop2.53#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop2.53%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。