Humanitext Reader

斐洛斯脱拉德 · 尼禄 §work#2

尼禄的演艺狂热与恶行及死讯传来

第 2 段,共 2 段 · 希腊语

内容简介

木索尼乌斯揭露了尼禄滑稽的演唱姿态、他对竞争对手悲剧演员的残忍杀害,以及他对阿波罗神的不敬,随后一艘宣布尼禄死讯的船只抵达。

§work#2Μουσώνιος Ἀλλʼ ἐκεῖνός γε, ὦ Μενέκρατες, οὔτε θαυμασίως ἔχει τοῦ φθέγματος, οὔτʼ αὖ γελοίως, ἡ γὰρ φύσις αὐτὸν ἀμέμπτως τε καὶ μέσως ἥρμοκε·
木索尼乌斯然而,门涅克拉特斯,他的嗓音既非绝妙,但也并非滑稽,因为自然已无可挑剔且中庸地协调了他。
φθέγγεται δὲ κοῖλον μὲν φύσει καὶ βαρὺ ἐγκειμένης αὐτῷ τῆς φάρυγγος, μέλη δʼ οὕτω κατεσκευασμένης βομβώδη πως ʽἠχεἶ, οἱ δέ γε τόνοι τῶν φθόγγων ἐπιλεαίνουσι τοῦτο, ἐπεὶ μὴ θαρρεῖ μὲν δὴ ἑαυτῷ, χρωμάτων δὲ φιλανθρωπίᾳ καὶ μελοποιίᾳ εὐαγώγῳ καὶ κιθαρῳδίᾳ εὐσταλεῖ καὶ τῷ, οὗ καιρός, βαδίσαι καὶ στῆναι καὶ μεταστῆναι καὶ τὸ νεῦμα ἐξομοιῶσαι τοῖς μέλεσιν αἰσχύνην ἔχοντος μόνου τοῦ βασιλέα δοκεῖν ἀκριβοῦν ταῦτα.
他因喉部深陷而天生发出低沉而浑厚的声音,喉部如此构造,使旋律听起来有些嗡嗡作响,但音调的起伏润饰了这一点。 由于他其实对自己并无信心,却凭借音色的华美、引人入胜的旋律创作、熟练的执琴歌唱,以及在适当的时刻行走、站立、移动,并使动作与旋律相契合,唯一的耻辱在于一个国王竟似乎在精通这些事情。
εἰ δὲ μιμοῖτο τοὺς κρείττονας, φεῦ γέλωτος, ὡς πολὺς τῶν θεωμένων ἐκπίπτει καίτοι μυρίων φόβων ἐπηρτημένων, εἴ τις ἐπʼ αὐτῷ γελῶν εἴη, νεύει μὲν γὰρ τοῦ μετρίου πλέον ξυνάγων τὸ πνεῦμα, ἐπʼ ἄκρων δὲ διίσταται τῶν ποδῶν ἀνακλώμενος, ὥσπερ οἱ ἐπὶ τοῦ τροχοῦ, φύσει δʼ ἐρυθρὸς ὢν ἐρευθεῖ μᾶλλον πιμπραμένου αὐτῷ τοῦ προσώπου, τὸ δὲ πνεῦμα ὀλίγον καὶ οὐκ ἀποχρῶν που δή.
但若他去模仿那些比他优秀的人,天哪,多么令人发笑! 他在观众中会失去多少尊严,尽管若有人嘲笑他,便有无数的恐惧临头;因为他点头超出了适度,屏住呼吸,像在刑车上的人一样,往后仰着,用脚尖站立,他天生面色红润,此时脸部充血膨胀,便显得更加通红,而他的呼吸短促,显然是力不从心。
Μενεκράτης οἱ δʼ ἐν ἀγῶνι πρὸς αὐτὸν πῶς ὑφίενται, ὦ Μουσώνιε;
门涅克拉特斯但在竞技中,与他竞争的人是如何向他让步的呢,木索尼乌斯?
τέχνῃ γάρ που χαρίζονται.
他们想必是用某种技巧来取悦他吧。
Μουσώνιος τέχνῃ μέν, ὥσπερ οἱ ὑποπαλαίοντες· ἀλλʼ ἐνθυμήθητι, ὦ Μενέκρατες, τὸν τῆς τραγῳδίας ὑποκριτήν, ὡς Ἰσθμοῖ ἀπέθανεν· εἰσὶ γὰρ κίνδυνοι καὶ περὶ τὰς τέχνας, ἢν ἐπιτείνωσιν οἱ τεχνάζοντες.
木索尼乌斯确实是靠技巧,就像那些故意输掉的摔跤手一样;但请回想一下,门涅克拉特斯,那个在伊斯特摩斯死去的悲剧演员;因为如果弄虚作假者做得太过火,连艺术中也会存在危险。
Μενεκράτης καὶ τί τοῦτο, Μουσώνιε;
门涅克拉特斯那是什么事,木索尼乌斯?
σφόδρα γὰρ ἀνήκοος τοῦ λόγου.
我完全没听过这事。
Μουσώνιος ἄκουε δὴ λόγου ἀτόπου μέν, ἐν ὀφθαλμοῖς δὲ Ἑλλήνων πεπραγμένου· Ἰσθμοῖ γὰρ νόμου κειμένου μήτε κωμῳδίαν ἀγωνίζεσθαι μήτε τραγῳδίαν ἐδόκει Νέρωνι τραγῳδοὺς νικᾶν, καὶ παρῆλθον ἐς τὴν ἀγωνίαν ταύτην πλείους μέν, ὁ δʼ Ἠπειρώτης ἄριστα φωνῆς ἔχων, εὐδοκιμῶν δʼ ἐπʼ αὐτῇ καὶ θαυμαζόμενος λαμπροτέρᾳ τοῦ εἰωθότος ἐπλάττετο καὶ τοῦ στεφάνου ἐρᾶν καὶ μηδʼ ἀνήσειν πρότερον ἢ δέκα τάλαντα δοῦναί οἱ Νέρωνα ὑπὲρ τῆς νίκης, ὁ δʼ ἠγρίαινέ τε καὶ μανικῶς εἶχε, καὶ γὰρ δὴ καὶ ἠκροᾶτο ὑπὸ τῇ σκηνῇ ἐπʼ αὐτῷ δὴ τἀγῶνι, βοώντων τε τῶν Ἑλλήνων ἐπὶ τῷ Ἠπειρώτῃ πέμπει τὸν γραμματέα κελεύων ὑφεῖναι ἑαυτῷ τοῦτον, τοῦ δὲ ὑπεραίροντος τὸ φθέγμα καὶ δημοτικῶς ἐρίζοντος ἐσπέμπει Νέρων ἐπʼ ὀκριβάντων τοὺς ἑαυτοῦ ὑποκριτὰς οἷον προσήκοντάς τι τῷ πράγματι, καὶ γὰρ δὴ καὶ δέλτους ἐλεφαντίνας ʽἔχοντες καἲ διθύρους.
木索尼乌斯那就听听这个虽然离奇、却是在希腊人眼前发生的故事吧:因为在伊斯特摩斯虽有确立的法律,规定既不得竞技喜剧也不得竞技悲剧,尼禄却执意要在悲剧演员中取胜,许多人加入了这场竞技,其中一个来自伊庇鲁斯的人,嗓音最好,并因此享有盛名、备受赞誉,他以比平时更洪亮的声音歌唱,极其渴望得到冠冕,并表示在尼禄为他的胜利支付十个塔兰特之前绝不退让。 尼禄勃然大怒,行为疯狂,因为他其实在竞技进行时就在戏台下听着;当希腊人为那个伊庇鲁斯人大声欢呼时,尼禄派出了他的秘书,命令那人向自己让步;但那人反而提高了嗓门,恃众竞逐,尼禄便把自己的演员们送上了高台,仿佛他们与这事有什么干系似的。
. . προβεβλημένοι αὐτάς, ὥσπερ ἐγχειρίδια καὶ τὸν Ἠπειρώτην ἀναστήσαντες πρὸς τὸν ἀγχοῦ κίονα κατέαξαν αὐτοῦ τὴν φάρυγγα παίοντες ὀρθαῖς ταῖς δέλτοις.
实际上,他们手持象牙制的双折书板,像短剑一样把它们横在身前,把那个伊庇鲁斯人逼到近旁的柱子前,用书板的直边猛击,砸碎了他的喉咙。
Μενεκράτης τραγῳδίαν δὲ ἐνίκα, Μουσώνιε, μιαρὸν οὕτω πάθος ἐν ὀφθαλμοῖς τῶν Ἑλλήνων ἐργασάμενος;
门涅克拉特斯木索尼乌斯,在希腊人眼前制造了如此令人发指的惨剧之后,他居然还赢得了悲剧竞赛吗?
Μουσώνιος παιδιὰ ταῦτα νεανίᾳ τῷ μητροκτονήσαντι· εἰ δὲ τραγῳδίας ὑποκριτὴν ἀπέκτεινεν ἐκτεμὼν αὐτοῦ τὸ φθέγμα, τί χρὴ θαυμάζειν;
木索尼乌斯对于一个弑母的青年来说,这些不过是儿戏;如果他通过割断一个悲剧演员的喉咙而杀死了他,又有什么好惊讶的呢?
καὶ γὰρ δὴ καὶ τὸ Πυθικὸν στόμιον, παρʼ οὗ αἱ ὀμφαὶ ἀνέπνεον, ἀποφράττειν ὥρμησεν, ὡς μηδὲ τῷ Ἀπόλλωνι φωνὴ εἴη, καίτοι τοῦ Πυθίου καταλέξαντος αὐτὸν ἐς τοὺς Ὀρέστας τε καὶ Ἀλκμαίωνας, οἷς τὸ μητροκτονῆσαι καὶ λόγον τινὰ εὐκλείας ἔδωκεν, ἐπειδὴ πατράσιν ἐτιμώρησαν, ὁ δὲ μηδαμῶς εἰπεῖν ἔχων, ὅτῳ ἐτιμώρησεν, ὑβρίσθαι ὑπὸ τοῦ θεοῦ ᾤετο πρᾳότερα τῶν ἀληθῶν ἀκούων.
因为他甚至曾企图堵塞那喷涌神谕的皮提亚神殿之口,好让阿波罗也无法发声,尽管皮提亚的神明已将他与奥雷斯特斯和阿尔克迈翁之流并列,对那些人来说,弑母因替父报仇而获得了某种光荣的名义;但他根本无法说出自己是在为谁报仇,却因为听到了比真相更温和的话而认为自己受到了神明的侮辱。
ἀλλὰ μεταξὺ λόγων, τίς ἡ προσιοῦσα ναῦς;
不过,话说到这里,那艘正驶来的船是什么?
ὡς ἐπάγειν τι ἀγαθὸν ἔοικεν· ἐστεφάνωνται γὰρ τὰς κεφαλάς, ὥσπερ χορὸς εὔφημος, καὶ τις ἐκ τῆς πρῴρας προτείνει τὴν χεῖρα παρακελευόμενος ἡμῖν θαρρεῖν τε καὶ χαίρειν βοᾷ τε, εἰ μὴ παρακούω, Νέρωνα οἴχεσθαι.
它似乎带来了什么好消息;因为他们像是一支吉祥的合唱队,头上戴着花冠,而且船头有人伸出手,向我们打招呼,要我们放心和欢喜,并且喊着——如果我没听错的话——尼禄已经完蛋了!
Μενεκράτης βοᾷ γάρ, Μουσώνιε, καὶ σαφέστερόν γε, ὅσῳ τῆς γῆς ἅπτεται·
门涅克拉特斯他确实在喊,木索尼乌斯,而且随着他靠岸,喊声更加清晰了!
εὖ γε, ὦ θεοί.
太好了,诸神啊!
Μουσώνιος ἀλλὰ μὴ ἐπευχώμεθα· ἐπὶ γὰρ τοῖς κειμένοις οὔ φασι δεῖν.
木索尼乌斯但我们不要幸灾乐祸;因为人们说不应当对倒下的人夸耀。

词汇与语法注释

  1. 641ἐπεὶ μὴ θαρρεῖ μὲν δὴ ἑαυτῷ — 以 ἐπεὶ μὴ θαρρεῖ... 开始的从句解释了尼禄因对自己的嗓音缺乏自信,从而依赖各种技巧和身体表现来弥补。
  2. 641αἰσχύνην ἔχοντος μόνου τοῦ βασιλέα δοκεῖν ἀκριβοῦν ταῦτα — 属格独立结构,意为“唯一的耻辱在于一个国王竟然似乎在精通这些事情”。
  3. 642μηδʼ ἀνήσειν πρότερον ἢ δέκα τάλαντα δοῦναί οἱ Νέρωνα ὑπὲρ τῆς νίκης — 比较级 πρότερον + 语助词 ἤ + 不定式结构,表达了该演员强烈的决心,即“在尼禄为他的胜利支付十个塔兰特之前绝不让步”。
  4. 643ἀλλὰ μὴ ἐπευχώμεθα· ἐπὶ γὰρ τοῖς κειμένοις οὔ φασι δεῖν — 关于 ἐπεύχομαι(对倒下的人幸灾乐祸)的表达。κειμένοις 指“倒下的人”或“死者”,此句暗指荷马《奥德赛》22.412中的著名传统,即不应当对死去的人幸灾乐祸(οὔ φασι δεῖν)。

引用这一段

斐洛斯脱拉德, 尼禄 §work#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0638.tlg005.humanitext-grc2:work%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。