Humanitext Reader

ピロストラトス · ネロ §work#2

ネロの芸への執着と悪行およびその死の報せ

2 / 2 箇所 · ギリシア語

要旨

ムソニオスがネロの滑稽な歌い方や悪声へのこだわり、競合相手の悲劇俳優を殺害した事件、そしてアポロンへの不遜な態度を暴露し、そこにネロの死を告げる船が到着する。

§work#2Μουσώνιος Ἀλλʼ ἐκεῖνός γε, ὦ Μενέκρατες, οὔτε θαυμασίως ἔχει τοῦ φθέγματος, οὔτʼ αὖ γελοίως, ἡ γὰρ φύσις αὐτὸν ἀμέμπτως τε καὶ μέσως ἥρμοκε·
ムソニオスしかし、メネクラテスよ、あの男の声は素晴らしくもないが、また滑稽でもない。 自然が彼を非難の余地なく、また中庸に調律したのだ。
φθέγγεται δὲ κοῖλον μὲν φύσει καὶ βαρὺ ἐγκειμένης αὐτῷ τῆς φάρυγγος, μέλη δʼ οὕτω κατεσκευασμένης βομβώδη πως ʽἠχεἶ, οἱ δέ γε τόνοι τῶν φθόγγων ἐπιλεαίνουσι τοῦτο, ἐπεὶ μὴ θαρρεῖ μὲν δὴ ἑαυτῷ, χρωμάτων δὲ φιλανθρωπίᾳ καὶ μελοποιίᾳ εὐαγώγῳ καὶ κιθαρῳδίᾳ εὐσταλεῖ καὶ τῷ, οὗ καιρός, βαδίσαι καὶ στῆναι καὶ μεταστῆναι καὶ τὸ νεῦμα ἐξομοιῶσαι τοῖς μέλεσιν αἰσχύνην ἔχοντος μόνου τοῦ βασιλέα δοκεῖν ἀκριβοῦν ταῦτα.
喉が深く位置しているために、生まれつきこもった低い声で発声するが、喉がそのように作られているので、歌は何か唸るように響く。 しかし、発音のトーンがこれをなめらかにしている。 というのも、彼自身には自信がないので、音色の優美さ、魅力的な旋律の構成、洗練されたキタラ演奏、そしてしかるべき時に歩き、立ち、移動し、身振りを歌に合わせることによって補っており、王がこのようなことを極めていると思われることだけを恥としながら行っているからだ。
εἰ δὲ μιμοῖτο τοὺς κρείττονας, φεῦ γέλωτος, ὡς πολὺς τῶν θεωμένων ἐκπίπτει καίτοι μυρίων φόβων ἐπηρτημένων, εἴ τις ἐπʼ αὐτῷ γελῶν εἴη, νεύει μὲν γὰρ τοῦ μετρίου πλέον ξυνάγων τὸ πνεῦμα, ἐπʼ ἄκρων δὲ διίσταται τῶν ποδῶν ἀνακλώμενος, ὥσπερ οἱ ἐπὶ τοῦ τροχοῦ, φύσει δʼ ἐρυθρὸς ὢν ἐρευθεῖ μᾶλλον πιμπραμένου αὐτῷ τοῦ προσώπου, τὸ δὲ πνεῦμα ὀλίγον καὶ οὐκ ἀποχρῶν που δή.
しかし、もし彼が自分より優れたプロたちを真似ようとすれば、なんと滑稽なことか! たとえ彼を笑う者があれば無数の恐怖が待ち受けているとしても、いかに多くの観客から見放されてしまうことか。 というのも、彼は適度を超えて頭をかしげ、息を凝らし、拷問台の上の者のように、のけぞってつま先立ちをするからだ。 もともと赤ら顔であるのに、顔が充血してさらに赤くなり、息は短く、到底足りなくなるのだ。
Μενεκράτης οἱ δʼ ἐν ἀγῶνι πρὸς αὐτὸν πῶς ὑφίενται, ὦ Μουσώνιε;
メネクラテスでは競技で彼に対抗する者たちは、ムソニオスよ、いかにして彼に譲るのですか?
τέχνῃ γάρ που χαρίζονται.
技巧によっておもねるのでしょうね。
Μουσώνιος τέχνῃ μέν, ὥσπερ οἱ ὑποπαλαίοντες·
ムソニオス技巧によるのだ、わざと負けてやるレスラーたちのようにな。
ἀλλʼ ἐνθυμήθητι, ὦ Μενέκρατες, τὸν τῆς τραγῳδίας ὑποκριτήν, ὡς Ἰσθμοῖ ἀπέθανεν·
しかし、メネクラテスよ、イストモスで死んだあの悲劇俳優のことを思い起こすがよい。
εἰσὶ γὰρ κίνδυνοι καὶ περὶ τὰς τέχνας, ἢν ἐπιτείνωσιν οἱ τεχνάζοντες.
というのも、技巧を弄する者たちが過度に張り合うなら、芸術をめぐっても危険が生じるからだ。
Μενεκράτης καὶ τί τοῦτο, Μουσώνιε;
メネクラテスそれはどういうことですか、ムソニオスよ?
σφόδρα γὰρ ἀνήκοος τοῦ λόγου.
私はその話を全く聞いたことがありません。
Μουσώνιος ἄκουε δὴ λόγου ἀτόπου μέν, ἐν ὀφθαλμοῖς δὲ Ἑλλήνων πεπραγμένου·
ムソニオスでは、奇妙ではあるが、ギリシア人の目の前で行われた話を聞くがよい。
Ἰσθμοῖ γὰρ νόμου κειμένου μήτε κωμῳδίαν ἀγωνίζεσθαι μήτε τραγῳδίαν ἐδόκει Νέρωνι τραγῳδοὺς νικᾶν, καὶ παρῆλθον ἐς τὴν ἀγωνίαν ταύτην πλείους μέν, ὁ δʼ Ἠπειρώτης ἄριστα φωνῆς ἔχων, εὐδοκιμῶν δʼ ἐπʼ αὐτῇ καὶ θαυμαζόμενος λαμπροτέρᾳ τοῦ εἰωθότος ἐπλάττετο καὶ τοῦ στεφάνου ἐρᾶν καὶ μηδʼ ἀνήσειν πρότερον ἢ δέκα τάλαντα δοῦναί οἱ Νέρωνα ὑπὲρ τῆς νίκης, ὁ δʼ ἠγρίαινέ τε καὶ μανικῶς εἶχε, καὶ γὰρ δὴ καὶ ἠκροᾶτο ὑπὸ τῇ σκηνῇ ἐπʼ αὐτῷ δὴ τἀγῶνι, βοώντων τε τῶν Ἑλλήνων ἐπὶ τῷ Ἠπειρώτῃ πέμπει τὸν γραμματέα κελεύων ὑφεῖναι ἑαυτῷ τοῦτον, τοῦ δὲ ὑπεραίροντος τὸ φθέγμα καὶ δημοτικῶς ἐρίζοντος ἐσπέμπει Νέρων ἐπʼ ὀκριβάντων τοὺς ἑαυτοῦ ὑποκριτὰς οἷον προσήκοντάς τι τῷ πράγματι, καὶ γὰρ δὴ καὶ δέλτους ἐλεφαντίνας ʽἔχοντες καἲ διθύρους. . . προβεβλημένοι αὐτάς, ὥσπερ ἐγχειρίδια καὶ τὸν Ἠπειρώτην ἀναστήσαντες πρὸς τὸν ἀγχοῦ κίονα κατέαξαν αὐτοῦ τὴν φάρυγγα παίοντες ὀρθαῖς ταῖς δέλτοις.
イストモスでは喜劇も悲劇も競ってはならないという法が確立されていたのに、ネロは悲劇俳優たちに勝つことを望んだ。 そして、この競技に多くの者が参加したが、エペイロス出身の男が最も優れた声の持ち主で、その声で名声を博し称賛されていた。 彼は普段よりいっそう輝かしい声で歌い、冠を切望し、ネロが彼の勝利に対して10タラントンを自分に与えるまでは決して引き下がらないと言い張った。 するとネロは激怒し、狂気のごとき状態になった。 実際、競技の最中、彼は舞台の下でその声を聞いていたのだ。 ギリシア人たちがそのエペイロス人に歓声を上げると、ネロは書記官を送り、その男に自分に譲るように命じた。 しかしその男はさらに声を張り上げ、民衆を味方にして張り合ったので、ネロは高台の上に自分の役者たちを、まるで何らかの用事があるかのように送り込んだ。 実際、彼らは象牙製の二枚折りの書板を携え、それを短剣のように前に突き出して、そのエペイロス人を近くの柱に押しつけ、書板の角で叩いて、彼の喉を粉砕してしまったのだ。
Μενεκράτης τραγῳδίαν δὲ ἐνίκα, Μουσώνιε, μιαρὸν οὕτω πάθος ἐν ὀφθαλμοῖς τῶν Ἑλλήνων ἐργασάμενος;
メネクラテスムソニオスよ、ギリシア人たちの目の前でそのような忌まわしい惨劇を引き起こしておきながら、彼は悲劇で優勝したのですか?
Μουσώνιος παιδιὰ ταῦτα νεανίᾳ τῷ μητροκτονήσαντι·
ムソニオス母親を殺した若者にとっては、これらは単なる戯れだ。
εἰ δὲ τραγῳδίας ὑποκριτὴν ἀπέκτεινεν ἐκτεμὼν αὐτοῦ τὸ φθέγμα, τί χρὴ θαυμάζειν;
もし彼が悲劇俳優の声を断ち切って殺したとしても、何を驚く必要があろうか。
καὶ γὰρ δὴ καὶ τὸ Πυθικὸν στόμιον, παρʼ οὗ αἱ ὀμφαὶ ἀνέπνεον, ἀποφράττειν ὥρμησεν, ὡς μηδὲ τῷ Ἀπόλλωνι φωνὴ εἴη, καίτοι τοῦ Πυθίου καταλέξαντος αὐτὸν ἐς τοὺς Ὀρέστας τε καὶ Ἀλκμαίωνας, οἷς τὸ μητροκτονῆσαι καὶ λόγον τινὰ εὐκλείας ἔδωκεν, ἐπειδὴ πατράσιν ἐτιμώρησαν, ὁ δὲ μηδαμῶς εἰπεῖν ἔχων, ὅτῳ ἐτιμώρησεν, ὑβρίσθαι ὑπὸ τοῦ θεοῦ ᾤετο πρᾳότερα τῶν ἀληθῶν ἀκούων.
実際、神託が立ちのぼるピュティアの噴気孔さえも、アポロンにさえ声が残らないようにと、彼は塞ごうとしたのだから。 ピュティアの神が彼をオレステスやアルクマイオンの列に加えたにもかかわらず。 彼らにとっては、父親たちの復讐を果たしたからという理由で、母親殺しもある種の名誉ある名分を与えられていたのだが、彼(ネロ)は誰のために復讐したのかを全く言うことができず、真実よりも寛大な神託を聞いたのに、神から侮辱されたと思い込んだのだ。
ἀλλὰ μεταξὺ λόγων, τίς ἡ προσιοῦσα ναῦς;
しかし、話の途中だが、あの近づいてくる船は何だろう?
ὡς ἐπάγειν τι ἀγαθὸν ἔοικεν·
何か良い知らせを運んできているようだ。
ἐστεφάνωνται γὰρ τὰς κεφαλάς, ὥσπερ χορὸς εὔφημος, καὶ τις ἐκ τῆς πρῴρας προτείνει τὴν χεῖρα παρακελευόμενος ἡμῖν θαρρεῖν τε καὶ χαίρειν βοᾷ τε, εἰ μὴ παρακούω, Νέρωνα οἴχεσθαι.
彼らは、めでたい合唱隊のように頭に冠をかぶっている。 そして、舳先から誰かが手を差し伸べ、私たちに元気を出し喜ぶように促し、私の聞き間違いでなければ、ネロが死んだと叫んでいる。
Μενεκράτης βοᾷ γάρ, Μουσώνιε, καὶ σαφέστερόν γε, ὅσῳ τῆς γῆς ἅπτεται·
メネクラテス叫んでいます、ムソニオスよ、しかも上陸するにつれて、いっそうはっきりと!
εὖ γε, ὦ θεοί.
素晴らしい、神々よ!
Μουσώνιος ἀλλὰ μὴ ἐπευχώμεθα·
ムソニオスしかし、勝ち誇って喜んではならない。
ἐπὶ γὰρ τοῖς κειμένοις οὔ φασι δεῖν.
倒れた者に対しては、そうすべきではないと言われているからだ。

語釈・文法注

  1. 641ἐπεὶ μὴ θαρρεῖ μὲν δὴ ἑαυτῷ — ἐπεὶ μὴ θαρρεῖ... の節は、ネロが自分の声に確信を持てず、様々な技巧(音色の優美さや身体表現など)に頼っている状況を説明している。
  2. 641αἰσχύνην ἔχοντος μόνου τοῦ βασιλέα δοκεῖν ἀκριβοῦν ταῦτα — 独立属格(genitive absolute)の構文。αἰσχύνην ἔχοντος τοῦ βασιλέα δοκεῖν... で「王がこれらを極めようとしていると思われることだけが恥であるような状態で」の意味になる。
  3. 642μηδʼ ἀνήσειν πρότερον ἢ δέκα τάλαντα δοῦναί οἱ Νέρωνα ὑπὲρ τῆς νίκης — 比較級 πρότερον + ἤ + 不定詞(または対格不定詞)の構文で、「ネロが彼に10タラントンを与えるより前には決して引き下がらない(譲らない)」という強い意志を表す。
  4. 643ἀλλὰ μὴ ἐπευχώμεθα· ἐπὶ γὰρ τοῖς κειμένοις οὔ φασι δεῖν — ἐπεύχομαι(倒れた者に対して誇る・あざ笑う)をめぐる表現。κειμένοις(倒れた者たち、死者たち)に対し、ホメロスの『オデュッセイア』22歌412行にある「死した男たちの上に勝ち誇るは不敬なり」という有名な慣行(οὔ φασι δεῖν)を踏まえている。

この箇所を引用する

ピロストラトス, ネロ §work#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0638.tlg005.humanitext-grc2:work%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。