Humanitext Reader

斐洛斯脱拉德 · 尼禄 §work#1

尼禄开凿伊斯特摩斯运河的企图与挫折

第 1 段,共 2 段 · 希腊语

内容简介

门涅克拉特斯与哲学家木索尼乌斯之间的对话。两人讨论了尼禄开凿伊斯特摩斯运河这一宏伟计划的动机、因西方起义而流产的经过,以及他对于音乐和竞技荣耀的偏执追求。

§work#1Μενεκράτης ἡ ὀρυχὴ τοῦ Ἰσθμοῦ καὶ σοί, Μουσώνιε, διὰ χειρός, ὥς φασι, γεγονυῖα τῷ τυράννῳ νοῦν εἶχεν Ἕλληνα.
门涅克拉特斯伊斯特摩斯的开凿,木索尼乌斯啊,听说你也曾亲手参与,这在那个暴君那里是否有希腊式的意图?
Μουσώνιος ἴσθι, ὦ Μενέκρατες, καὶ βελτίω ἐντεθυμῆσθαι Νέρωνα·
木索尼乌斯你要知道,门涅克拉特斯,尼禄曾计划了更好的事情。
τὰς γὰρ περιβολὰς τῆς Πελοποννήσου τὰς ὑπὲρ Μαλέαν ξυνῄρει τοῖς θαλαττουμένοις εἴκοσι σταδίων τοῦ Ἰσθμοῦ ῥήγματι·
因为他本想通过在伊斯特摩斯开凿二十斯塔迪亚的缺口,来为海上航行的人缩短绕过马里亚角、环绕伯罗奔尼撒半岛的航程。
τοῦτο δʼ ἂν καὶ τὰς ἐμπορίας ὤνησε καὶ τὰς ἐπὶ θαλάττῃ πόλεις καὶ τὰς ἐν τῇ μεσογείᾳ, καὶ γὰρ δὴ κἀκείναις ἀποχρῶν ὁ οἴκοι καρπός, ἢν τὰ ἐπιθαλάττια εὖ πράττῃ.
这不仅能使贸易受益,也能使沿海的城市以及内陆的城市受益。 因为如果沿海地区繁荣,那么对于内陆城市来说,本地的产物也就足够了。
Μενεκράτης ταῦτα δὴ διέξελθε, Μουσώνιε, βουλομένοις ἡμῖν ἀκροάσασθαι πᾶσιν, εἰ μή τι σπουδάσαι διανοῇ ἕτερον.
门涅克拉特斯木索尼乌斯,请详细叙述这些,我们大家都渴望听闻,除非你还打算急于做别的事。
Μουσώνιος δίειμι βουλομένοις, οὐ γὰρ οἶδʼ, ὅ τι χαριζοίμην ἂν μᾶλλον τοῖς γε ἀφιγμένοις ἐς ἀηδὲς οὕτω φροντιστήριον ἐπὶ τῷ σπουδάζειν·
木索尼乌斯既然你们渴望,我便细说。 因为我不知道有什么更能取悦你们这些为了学习而来到如此令人不快的思索所的人。
Νέρωνα τοίνυν ἐς Ἀχαίαν ᾠδαὶ ἦγον καὶ τὸ σφόδρα ἑαυτὸν πεπεικέναι μηδʼ ἂν τὰς Μούσας ἀναβάλλεσθαι ἥδιον, ἐβούλετο δὲ καὶ τὰ Ὀλύμπια τὸν γυμνικώτατον τῶν ἀγώνων στεφανοῦσθαι ᾅδων.
尼禄去阿开亚是被歌声吸引去的,并且他极度坚信即使缪斯女神们也不会唱得比他更动听。 他还希望在奥林匹亚竞技会——这一最具体育性的竞技中——通过唱歌来获得冠冕。
τὰ γὰρ Πύθια, τούτων μὲν ἑαυτῷ μετεῖναι μᾶλλον ἢ τῷ Ἀπόλλωνι, μηδὲ γὰρ ἂν μηδʼ ἐκεῖνον ἐναντίαν αὑτῷ κιθάραν  τε καὶ ᾠδὴν θέσθαι.
至于皮提亚竞技会,他认为自己比阿波罗更应享有,因为他认为即使是阿波罗也不会拿着琴和歌来与他对抗。
ὁ δʼ Ἰσθμὸς οὐ τῶν ἄποθεν αὐτῷ βεβουλευμένων, ἀλλʼ ἐντυχὼν τῇ φύσει τοῦ τόπου μεγαλουργίας ἠράσθη τόν τε βασιλέα τῶν ἐπὶ τὴν Τροίαν ποτὲ Ἀχαιῶν ἐνθυμηθείς, ὡς τὴν Εὔβοιαν τῆς Βοιωτίας ἀπέτεμεν Εὐρίπῳ τῷ περὶ τὴν Χαλκίδα, ἔτι γε μὴν καὶ τὸν Δαρεῖον, ὡς ὁ Βόσπορος ἐγεφυρώθη αὐτῷ ἐπὶ τοὺς Σκύθας, τὰ δὲ Ξέρξου καὶ πρὸ τούτων ἴσως ἐνενόησε μέγιστα τῶν μεγαλουργιῶν ὄντα, καὶ πρὸς τούτοις τῷ διʼ ὀλίγου ἀλλήλοις ἐπιμῖξαι πάντας ἡγήσατο τὴν Ἑλλάδα λαμπρῶς ἑστιᾶσθαι τοῖς ἔξωθεν·
而伊斯特摩斯并非他长期规划的事,而是他遇到该地的自然地貌时,便迷恋上了这项伟业。 他想起了当年远征特洛伊的阿开亚人的国王,如何用哈尔基斯附近的有里普斯海峡将优卑亚从波奥蒂亚分割开来;接着还想起了大流士,如何为了对付斯基泰人而在博斯普鲁斯海峡架桥;而在此之前,他或许还想到了薛西斯的伟绩,认为那是所有伟业中最宏伟的。 此外,他认为通过让所有人在短时间内互相往来,希腊就能极好地款待外来之人。
αἱ γὰρ τύραννοι φύσεις μεθύουσι μέν, ψαύουσι δέ πη. . . καὶ ἀκοῦσαι τοῦτο φθέγμα.
因为暴君的天性虽然沉醉,但在某种程度上也触及……且听这个声音。
προελθὼν δὲ τῆς σκηνῆς ὕμνον μὲν Ἀμφιτρίτης τε καὶ Ποσειδῶνος ᾖσε καὶ ᾆσμα οὐ μέγα Μελικέρτῃ τε καὶ Λευκοθέᾳ, ὀρέξαντος δʼ αὐτῷ χρυσῆν δίκελλαν τοῦ τὴν Ἑλλάδα ἐπιτροπεύσαντος ἐπὶ τὴν ὀρυχὴν ᾖξε κροτούμενός τε καὶ ᾀδόμενος καὶ καθικόμενος τῆς γῆς τρίς, οἶμαι, τοῖς τε τὴν ἀρχὴν πεπιστευμένοις παρακελευσάμενος ξυντόνως ἅπτεσθαι τοῦ ἔργου ἀνῄει ἐς τὴν Κόρινθον τὰ Ἡρακλέους δοκῶν ὑπερβεβλῆσθαι πάντα.
他从帐篷里走出来,唱了一首献给安菲特里特和波塞冬的赞歌,又唱了一首献给梅利凯尔特斯和留科忒亚的短歌。 当统治希腊的的总督递给他一把黄金十字镐时,他在掌声和歌声中奔向开凿地,敲击土地三次(我想是这样),并勉励负责指挥的人加紧工作,然后他便退回科林斯,自以为已经超越了赫拉克勒斯的一切伟业。
οἱ μὲν δὴ ἐκ τῶν δεσμωτηρίων τὰ πετρώδη τε καὶ δύσεργα ἐξεπόνουν, ἡ στρατιὰ δὲ τὰ γεώδη τε καὶ ἐπίπεδα·
囚犯们开凿多石且艰难的部分,而军队则开凿多土且平坦的部分。
ἑβδόμην δέ που καὶ πέμπτην ἡμέραν προσεζευγμένων ἡμῶν τῷ Ἰσθμῷ κατέβη τις ἐκ Κορίνθου λόγος οὔπω σαφὴς ὡς δὴ τοῦ Νέρωνος μετεγνωκότος τὴν τομήν.
大约在我们被束缚于伊斯特摩斯的第五或第七天,一个尚未确证的谣言从科林斯传了下来,说尼禄改变了开凿的念头。
ἔφασαν δὲ τοὺς Αἰγυπτίους γεωμετροῦντας τῆς ἑκατέρας θαλάττης τὰς φύσεις οὐκ ἰσοπέδοις αὐταῖς ἐντυχεῖν, ἀλλʼ ὑψηλοτέραν ἡγουμένους τὴν ἐκ τοῦ Λεχαίου περὶ τῇ Αἰγίνῃ δεδοικέναι, πελάγους γὰρ τοσούτου νήσῳ ἐπιχυθέντος κἂν ὑποβρύχιον ἀπενεχθῆναι τὴν Αἴγιναν.
他们说,埃及的测量员在测量两边海洋的性质时,发现它们的高度不同,因认为从莱开翁流过来的海面更高,便为埃伊纳岛感到担忧,因为如果如此巨大的海洋涌向该岛,埃伊纳可能会被淹没在水下。
Νέρωνα δὲ τῆς μὲν τοῦ Ἰσθμοῦ τομῆς οὐδʼ ἂν Θαλῆς μετέστησεν ὁ σοφώτατός τε καὶ φυσικώτατος, τοῦ γὰρ τεμεῖν αὐτὸν ἤρα μᾶλλον ἢ τοῦ δημοσίᾳ ᾅδειν, ἡ δὲ τῶν ἑσπερίων ἐθνῶν κίνησις καὶ ὁ ὕπατος ὁ τῶν ἐκείνῃ νῦν ἁπτόμενος, ὄνομα δὲ αὐτῷ Βίνδιξ, ἀπήγαγεν Ἑλλάδος τε καὶ τοῦ Ἰσθμοῦ Νέρωνα ψυχρῶς γεωμετρήσαντα· τὰς γὰρ θαλάττας ἰσογαίους τε καὶ ἰσοπέδους οἶδα.
然而,对于伊斯特摩斯的切割,即使是最聪明、最通晓自然的泰勒斯,也无法让尼禄改变主意,因为他爱切割它胜过在公众面前唱歌;但是西方诸族的起义,以及现在正掌控那里局势的总督(名叫温代克斯),将冷酷地测量了海洋的尼禄从希腊和伊斯特摩斯带走了(而我自己知道,海洋与陆地同样平坦、高度一致)。
φασὶ δὲ αὐτῷ καὶ τὰ ἐπὶ τῆς Ῥώμης ὀλισθάνειν ἤδη καὶ ὑποδιδόναι.
人们还说,他在罗马的权力也已经开始动摇和崩溃。
τουτὶ καὶ αὐτοὶ χθὲς ἠκούσατε τοῦ προσπλεύσαντος χιλιάρχου.
这正是你们自己昨天从乘船抵达的千人队长那里听到的。
Μενεκράτης ἡ φωνὴ δέ, Μουσώνιε, διʼ ἣν μουσομανεῖ καὶ τῶν Ὀλυμπιάδων τε καὶ Πυθιάδων ἐρᾷ, πῶς ἔχει τῷ τυράννῳ;
门涅克拉特斯但是,木索尼乌斯啊,关于那个让他为缪斯疯狂、并渴望奥林匹亚和皮提亚竞技会的嗓音,在那个暴君身上究竟如何?
τῶν γὰρ Λήμνῳ προσπλεόντων οἱ μὲν ἐθαύμαζον, οἱ δὲ κατεγέλων.
因为那些乘船到利姆诺斯岛的人,有的赞叹,有的则嘲笑。

词汇与语法注释

  1. 636καὶ σοὶ... γεγονυῖα — 分词 γεγονυῖα 与主语 ἡ ὀρυχὴ 一致。与 διὰ χειρὸς γεγονυῖα(亲手进行的、直接参与的)连用,与格 καὶ σοί 表明传闻中木索尼乌斯本人也直接参与了该工程。
  2. 636τοῦτο δʼ ἂν ... ὤνησε — 助词 ἄν 与直陈式过去时(ὤνησε)结合,表示与过去事实相反的结果(“本会使……受益[但实际上因未完工而未能受益]”)。
  3. 637τὸ σφόδρα ἑαυτὸν πεπεικέναι — 冠词不定式 τὸ ... πεπεικέναι 与前句中的 ᾠδαί 并列,共同作主句动词 ἦγον(未完成过去时)的主语:“将尼禄引向阿开亚的是歌声以及他……的坚信”。不定式的代词主语是宾格 ἑαυτόν,它支配着从属不定式子句 μηδʼ ἂν τὰς Μούσας ἀναβάλλεσθαι 调头 ἥδιον。
  4. p.221τούτων μὲν ἑαυτῷ μετεῖναι — 这是一个使用了无人称动词 μέτεστι(有份、有关)的不定式 μετεῖναι 的宾格不定式结构(间接引语)。部分属格 τούτων(指代皮提亚竞技会)与与格 ἑαυτῷ 结合,表示尼禄认为“自己在这些竞技中比阿波罗更应享有份额(更配享有)”。
  5. 639ὑψηλοτέραν ἡγουμένους τὴν ἐκ τοῦ Λεχαίου — 分词 ἡγουμένους 修饰 τοὺς Αἰγυπτίους。宾格短语 τὴν ἐκ τοῦ Λεχαίου(来自莱开翁的海水)后接表语性形容词 ὑψηλοτέραν,意为“认为来自莱开翁的海水(海拔)更高”。

引用这一段

斐洛斯脱拉德, 尼禄 §work#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0638.tlg005.humanitext-grc2:work%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。