§1## ΠΕΡΙ ΑΝΑΤΟΜΗΣ.
1. Ἀρτηρίη ἐξ ἑκατέρου φαρυγγέθρου τὴν ἔκφυσιν ποιευμένη ἐς ἄκρον πνεύμονος τελευτᾷ, κρίκοις ξυγκειμένη ὁμορυσμοῖς, τῶν περιηγέων ἁπτομένη κατ’ ἐπίπεδον ἀλλήλων.
## 论解剖 1. 气管起自咽喉两侧,止于肺之顶端,由相同形状的软骨环构成,这些圆环在同一平面上彼此相接。
Αὐτὸς δὲ ὁ πνεύμων συνεξαναπληροῖ τὴν χέλυν, τετραμμένος ἐς τὰ ἀριστερὰ, πέντε ὑπερκορυφώσιας ἔχων, ἃς δὴ καλέουσι λοβοὺς, τεφρίνης χροιῆς τυχὼν, στίγμασιν ὀφρυόεσι κεκεντημένος, φύσει ἐὼν τενθρηνιώδης.
肺本身填满胸腔,偏向左侧,具有五个突出部,人们称之为肺叶;其色泽呈灰色,布满眉状的斑点,天生呈蜂窝状。
Μέσῳ δ’ αὐτέῳ ἡ καρδίη ἐγκαθίδρυται, στρογγυλωτέρη καθεστεῶσα πάντων ζώων.
心脏居于其中央,其形状比所有其他动物的都要圆。
Ἀπὸ δὲ τῆς καρδίης ἐς ἧπαρ βρογχίη πολλὴ καθήκει, καὶ μετὰ βρογχίης φλὲψ μεγάλη καλευμένη, δι’ ἧς οὖλον τὸ σκῆνος τρέφεται.
从心脏向下延伸至肝脏有许多支气管,与支气管并行的是被称为大静脉的粗大脉管,全身皆赖其获得滋养。
Τὸ δὲ ἧπαρ ὁμορυσμίην μὲν ἔχει τοῖς ἄλλοις ἅπασιν, αἱμοῤῥωδέστερον δέ ἐστι τῶν ἄλλων, ὑπερκορυφώσιας ἔχον δύο, ἃς καλέουσι πύλας, ἐν δεξιοῖς τόποις κειμένας· ἀπὸ δὲ τουτέου σκαλήνη φλὲψ ἐπὶ τὰ κάτω νεφρῶν ἀποτείνουσα.
肝脏在结构上与其他所有器官相似,但比其他器官更富含血液,它具有两个被称为“门”的突出部,位于右侧;从此处有一条斜行的静脉向下延伸至肾脏。
Νεφροὶ δὲ ὁμοιορυσμοὶ, τὴν χροιὴν δὲ ἐναλίγκιοι μήλοισιν· ἀπὸ δὲ τουτέων ὀχετοὶ σκαληνοειδέες ἄκρην κορυφὴν κύστιος κεῖνται.
肾脏形状相似,颜色如苹果;从肾脏有斜行的管道通往膀胱的最顶端。
Κύστις δὲ νευρώδης οὔλη καὶ μεγάλη· ἕκαθεν δὲ κύστιος μετοχὴ, εἰς ὃ πέφυκε.
膀胱整体呈纤维质且巨大;在远离膀胱之处有其相通的连接部。
Καὶ τὰ μὲν ἓξ ἀνὰ μέσον ἐντὸς φύσις ἐκοσμήθη.
这六个位于中央的内部器官皆由自然所配置。
Οἰσοφάγος δὲ ἀπὸ γλώσσης τὴν ἀρχὴν ποιεύμενος ἐς κοιλίην τελευτᾷ, ὃν δὴ καὶ ἐπὶ σηπτικῆς κοιλίης στόμαχον καλέουσιν.
食道起自舌根,止于胃,在消化胃的门处,人们亦称其为贲门。
Πρὸς δὲ ἀκάνθης ὄπισθεν ἥπατος φρένες πεφύκασιν.
在脊椎附近,肝脏后方,有横膈膜。
Ἐκ δὲ πλευρῆς νόθης, λέγω δὲ ἀριστερῆς, σπλὴν ἀρξάμενος ἐκτέταται ὁμοιορυσμὸς ἴχνει ποδός.
脾脏起自假肋(即左侧假肋),延伸开来,形状如同足印。
Κοιλίη δὲ ἥπατι παρακειμένη κατ’ εὐώνυμον μέρος οὐλομελής ἐστι νευρώδης.
胃紧邻肝脏,位于左侧,整体呈膜质。
Ἀπὸ δὲ κοιλίης πέφυκεν ἔντερον ὁμοιορυσμὸν, μικρὸν, πηχέων οὐκ ἔλασσον δώδεκα, ἑλικηδὸν ἐν κόλποις ἐνειλούμενον, ὃ καλέουσιν ἔνιοι κῶλον, δι’ οὗ ἡ παραφορὰ τῆς τροφῆς γίνεται.
从胃延伸出一条形状均匀的细肠,长度不少于十二肘,在腹腔内呈螺旋状盘绕,有人称之为结肠,食物的输送即通过此处。
Ἀπὸ δὲ κώλου πέφυκεν ἀρχὸς λοίσθιος, σάρκα περιπληθέα ἔχων, ἐς ἄκρον, δακτυλίου τελευτῶν.
从结肠延伸出最后的直肠,肌肉丰满,末端止于肛门。
Τὰ δὲ ἄλλα ἡ φύσις, διετάξατο.
其余的部分,则由自然做出了安排。