Humanitext Reader

ヒポクラテス · 解剖について §1

胸部および腹部内臓器官の解剖学的構造

1 / 1 箇所 · ギリシア語

要旨

気管、肺、心臓、肝臓、腎臓、膀胱、食道、胃、腸などの内臓器官の解剖学的配置と、それらの形状、色、構造の特徴を説明する。

§1## ΠΕΡΙ ΑΝΑΤΟΜΗΣ. 1. Ἀρτηρίη ἐξ ἑκατέρου φαρυγγέθρου τὴν ἔκφυσιν ποιευμένη ἐς ἄκρον πνεύμονος τελευτᾷ, κρίκοις ξυγκειμένη ὁμορυσμοῖς, τῶν περιηγέων ἁπτομένη κατ’ ἐπίπεδον ἀλλήλων.
## 解剖について 1. 気管は、咽頭の両側から起始し、肺の先端に終わり、同一の形状をした軟骨輪から構成され、それら円環は互いに同一平面上で接している。
Αὐτὸς δὲ ὁ πνεύμων συνεξαναπληροῖ τὴν χέλυν, τετραμμένος ἐς τὰ ἀριστερὰ, πέντε ὑπερκορυφώσιας ἔχων, ἃς δὴ καλέουσι λοβοὺς, τεφρίνης χροιῆς τυχὼν, στίγμασιν ὀφρυόεσι κεκεντημένος, φύσει ἐὼν τενθρηνιώδης.
肺そのものは胸郭を満たしており、左側に傾いており、五つの突出部を持ち、それらは実に葉と呼ばれ、灰色の色調を帯び、眉のような斑点で満たされており、本性上は蜂の巣のようである。
Μέσῳ δ’ αὐτέῳ ἡ καρδίη ἐγκαθίδρυται, στρογγυλωτέρη καθεστεῶσα πάντων ζώων.
その中央に心臓が据え置かれており、すべての動物の中で最も丸い形状を呈している。
Ἀπὸ δὲ τῆς καρδίης ἐς ἧπαρ βρογχίη πολλὴ καθήκει, καὶ μετὰ βρογχίης φλὲψ μεγάλη καλευμένη, δι’ ἧς οὖλον τὸ σκῆνος τρέφεται.
心臓からは肝臓へと多くの気管枝が下り、その気管枝とともに大静脈と呼ばれる太い脈管が走っており、これを通じて身体全体が養われる。
Τὸ δὲ ἧπαρ ὁμορυσμίην μὲν ἔχει τοῖς ἄλλοις ἅπασιν, αἱμοῤῥωδέστερον δέ ἐστι τῶν ἄλλων, ὑπερκορυφώσιας ἔχον δύο, ἃς καλέουσι πύλας, ἐν δεξιοῖς τόποις κειμένας·
肝臓は他のすべての器官と同様の構造を持つが、他よりも血に富んでおり、二つの突出部を持ち、これらは門と呼ばれ、右側に位置している。
ἀπὸ δὲ τουτέου σκαλήνη φλὲψ ἐπὶ τὰ κάτω νεφρῶν ἀποτείνουσα.
そして、ここから斜めの静脈が腎臓の下部へと伸びている。
Νεφροὶ δὲ ὁμοιορυσμοὶ, τὴν χροιὴν δὲ ἐναλίγκιοι μήλοισιν·
腎臓は同様の形状であり、その色はリンゴに似ている。
ἀπὸ δὲ τουτέων ὀχετοὶ σκαληνοειδέες ἄκρην κορυφὴν κύστιος κεῖνται.
また、これらから斜めの管が膀胱の最上部に至る。
Κύστις δὲ νευρώδης οὔλη καὶ μεγάλη· ἕκαθεν δὲ κύστιος μετοχὴ, εἰς ὃ πέφυκε.
膀胱は全体として繊維質で大きく、膀胱から離れて、それが本来通じている接続部がある。
Καὶ τὰ μὲν ἓξ ἀνὰ μέσον ἐντὸς φύσις ἐκοσμήθη.
これら中央にある六つの器官が、自然によって配置された。
Οἰσοφάγος δὲ ἀπὸ γλώσσης τὴν ἀρχὴν ποιεύμενος ἐς κοιλίην τελευτᾷ, ὃν δὴ καὶ ἐπὶ σηπτικῆς κοιλίης στόμαχον καλέουσιν.
食道は舌から始まり、胃に終わり、これはまた消化する胃の噴門とも呼ばれる。
Πρὸς δὲ ἀκάνθης ὄπισθεν ἥπατος φρένες πεφύκασιν.
脊椎の近くで、肝臓の後ろに、横隔膜がある。
Ἐκ δὲ πλευρῆς νόθης, λέγω δὲ ἀριστερῆς, σπλὴν ἀρξάμενος ἐκτέταται ὁμοιορυσμὸς ἴχνει ποδός.
仮肋、すなわち左側から、脾臓が始まって伸びており、足の裏に似た形状をしている。
Κοιλίη δὲ ἥπατι παρακειμένη κατ’ εὐώνυμον μέρος οὐλομελής ἐστι νευρώδης.
胃は肝臓に隣接して左側にあり、全体として膜質である。
Ἀπὸ δὲ κοιλίης πέφυκεν ἔντερον ὁμοιορυσμὸν, μικρὸν, πηχέων οὐκ ἔλασσον δώδεκα, ἑλικηδὸν ἐν κόλποις ἐνειλούμενον, ὃ καλέουσιν ἔνιοι κῶλον, δι’ οὗ ἡ παραφορὰ τῆς τροφῆς γίνεται.
胃からは同一形状の細い腸が伸びており、その長さは十二キュビットを下回らず、螺旋状に襞の中に巻かれており、一部の者はこれを結腸と呼び、これを通じて食物の通過が行われる。
Ἀπὸ δὲ κώλου πέφυκεν ἀρχὸς λοίσθιος, σάρκα περιπληθέα ἔχων, ἐς ἄκρον, δακτυλίου τελευτῶν.
結腸からは最後の直腸が伸びており、豊かな肉を持ち、末端で肛門に終わる。
Τὰ δὲ ἄλλα ἡ φύσις, διετάξατο.
その他のものは、自然が配置したのである。

語釈・文法注

  1. 1ἑκατέρου φαρυγγέθρου — 属格表現。起点を示す前置詞 ἐκ とともに用いられ、「咽頭の両側のそれぞれから」を意味する。呼吸器系が喉の奥で左右対称的な領域から起始することを示す表現である。
  2. 1στίγμασιν ὀφρυόεσι — 与格(手段または様態)。形容詞 ὀφρυόεις は通常「眉のような」あるいは「隆起した」「波打つ」を意味し、肺の表面に見られる不規則な網目模様や炭粉沈着による斑点を形容している。
  3. p.540σηπτικῆς κοιλίης — 属格。古代医学において、胃の中での消化は熱による一種の「発酵」あるいは「腐敗(sēpsis)」の過程と考えられていたため、消化作用を営む胃の空洞をこのように表現している。

この箇所を引用する

ヒポクラテス, 解剖について §1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg040.humanitext-grc1:1

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。