§1212. Αἵ τε τροφαὶ καὶ αἱ ἀναπνοαὶ σφαλεραὶ μεταλλασσόμεναι· ἤν τι γὰρ νοσηρὸν ἐσάγωνται, κατὰ τὸ στόμα καὶ κατὰ τὰς ῥῖνας ἐσάγονται· καὶ ἀντὶ τοῦ τοσαῦτα εἶναι τὰ ἐσιόντα ὅσα ἐξαρκέει καὶ μὴ περιγίνεσθαι, πολλῷ πλέω εἰσέρχεται, ὥστε ἀναγκάζεσθαι ὑπὸ τοῦ πλήθεος τῶν ἐσιόντων καὶ ὑπὸ τῆς διαθέσιος ἧς διάκειται τὸ σῶμα τοῦ παιδίου ἤδη τὰ μὲν κατὰ τὸ στόμα τε καὶ τὰς ῥῖνας πάλιν ἐξιέναι, τὰ δὲ κατὰ τὸ ἔντερον καὶ τὴν κύστιν κάτω περαιοῦσθαι, πρόσθεν οὐδενὸς τουτέων οὕτω γενομένου.
12. 饮食和呼吸在改变时也是危险的;因为如果它们吸入任何有害的东西,都是通过口和鼻吸入的;本来进入的东西应该刚够而无剩余,现在却有更多东西进入,以致由于吸入物之多以及婴儿身体所处的状态,有些东西不得不再次通过口和鼻排出,另一些则通过肠和膀胱向下排出,而此前这些情况从未这样发生过。
Καὶ ἀντὶ πνευμάτων τε καὶ χυμῶν οὕτω συγγενέων, ὅκως ἀεὶ ἀνάγκη ἐν τῇσι μήτρῃσι γίνεσθαι συνηθείην τε ἔχοντα καὶ εὐμενείην, πᾶσι ξένοισι χρῆται ὠμοτέροισι καὶ ξηροτέροισι καὶ ἧσσον ἐξηνθρωπισμένοισιν, ἐξ ὧν ἀνάγκη πόνους γίνεσθαι πολλοὺς, πολλοὺς δὲ καὶ θανάτους· ἐπεὶ καὶ τοῖσιν ἀνδράσι πολλάκις αἱ μεταλλαγαὶ τῶν χωρίων τε καὶ τῶν διαιτημάτων τὰς νούσους ποιέουσιν.
而且,子宫内本有荒熟且温和、与身体极其契合的气和体液,如今婴儿却要使用完全陌生、更粗糙、更干燥、更不易适应的外界事物,这必然导致许多痛苦,甚至许多死亡;因为即使对成年男子而言,居住地和生活方式的改变也常常引起疾病。
Ὁ δ’ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τῶν ἐσθημάτων· ἀντὶ γὰρ τοῦ σαρκὶ καὶ χυμοῖς ἠμφιέσθαι χλιεροῖς τε καὶ ὑγροῖς καὶ ξυγγενέσι, τοιαῦτα ἀμφιέννυται τὰ παιδία οἷά περ οἱ ἄνδρες.
关于衣物也是同样的道理;因为婴儿不再是被温暖、湿润、契合的血肉和体液所包围,而是穿上了和成年人一样的衣物。
Οἱ δὲ ὀμφαλοὶ ἔσοδοί εἰσι τοῖσι παιδίοισι μοῦνον τοῦ σώματος· τῇ μήτρῃ προσέχεται διὰ τουτέων, καὶ κοινωνεῖ τῶν ἐσιόντων· τὰ δ’ ἄλλα ξυμμύει· καὶ οὐκ ἀνεστομωμένα ἐστὶ πρόσθεν ἢ ἐν ἐξόδῳ ᾖ τὸ παιδίον ἐκ τῆς γαστρός· ὁκόταν δὲ ἐν ἐξόδῳ ᾖ, τὰ μὲν ἄλλα ἀναστομοῦται, ὁ δὲ ὀμφαλὸς λεπτύνεταί τε καὶ ξυμμύει καὶ ἀποξηραίνεται.
而脐带是婴儿身体唯一的入口;婴儿通过它与子宫相连,并分享进入的营养;但其他通道则是关闭的;在婴儿即将从腹中产出之前,这些通道不会张开;但当婴儿即将产出时,其他通道便张开,而脐带则变细、闭合并干燥。
Ὥσπερ δὲ τοῖσιν ἐκ τῆς γῆς φυομένοισιν οἱ καρποὶ ἁδρυνόμενοι ἀποκρίνονται καὶ ἀποπίπτουσι κατὰ τὴν διάφυσιν, οὕτω καὶ τοῖσι παιδίοισιν ἁδρυνομένοισί τε καὶ τελείοισι γινομένοισιν ὁ μὲν ὀμφαλὸς ξυνέμυσε, τὰ δὲ ἄλλα ἀνεστομώθη, ὥστε εἰσδέχεσθαί τε τὰ ἐσιόντα καὶ ἐξόδους ἔχειν κατὰ φύσιν, ᾗσιν ἀνάγκη τοὺς ζῶντας χρέεσθαι· ἕκαστα γὰρ χωρίζεται ῥέποντα κατὰ τὰς συλλοχίας· κρατιστεύει δὲ τὰ τῷ ἡλίῳ ξυντροφώτατα.
正如地上生长的植物,果实成熟时会在结合处分离并脱落一样,婴儿成熟并完成发育时,脐带便会闭合,其他通道则会张开,以便能够吸入外界物质,并拥有符合自然规律的排泄口,这是活人所必须使用的;因为每种物质都会根据其性质的归类而倾向并分离;其中与太阳共同培育最深的部分最为强健。
§1313. Οἱ δὲ δεκάμηνοι τῶν τόκων καὶ ἑνδεκάμηνοι ἐκ τῶν ἑπτά τεσσαρακοντάδων τὸν αὐτὸν τρόπον γίνονται καὶ ἐκ τοῦ ἡμίσεος τοῦ ἐνιαυτοῦ οἱ ἑπτάμηνοι· τῇσι γὰρ πλείστῃσι τῶν γυναικῶν ἀναγκαῖόν ἐστιν ἐν γαστρὶ λαμβάνειν μετὰ τὰ καταμήνια, ἢν ἴῃ ἡ λύσις· δεῖ τοίνυν τῇ γυναικὶ χρόνον δοῦναι τοῦ μηνὸς, ἐν ᾧ αὐτῇ ἡ κάθαρσις ἔσται· καὶ ὁ χρόνος οὗτος ᾗσιν ἐλάχιστος γίνεται, τρεῖς ἡμέραι, τῇσι δὲ πλείστῃσι καὶ πολὺ πλείονες.
13. 十月和十一月的生育同样是由七个四十天的周期产生的,而七月儿则是由半年的周期产生的;因为对大多数妇女来说,必然是在月经期过后(如果月经排净)受孕;因此必须给妇女留出月中用于净化的时间;这个时间对一些人来说最短是三天,但对大多数人来说要长得多。
Ἔστι δὲ καὶ ἄλλα πολλὰ κωλύματα καὶ τῇσι γυναιξὶ καὶ τοῖσιν ἀνδράσιν ἐξ ὧν βραδύνεται ἡ ξύλληψις.
此外,对于妇女和男子来说,还有许多其他延缓受孕的障碍。
Χρὴ δὲ ἐν τοῖσι μάλιστα καὶ τόδε λογίζεσθαι, ὅτι ἡ νουμηνίη ἡμέρη μία ἐοῦσα ἐγγύτατα τριηκοστημόριόν ἐστι τοῦ μηνός· αἱ δὲ δύο ἡμέραι σχεδὸν πεντεκαιδεκατημόριον τοῦ μηνός· αἱ δὲ τρεῖς ἡμέραι δεκατημόριον τοῦ μηνὸς, καὶ τἄλλα κατὰ λόγον τουτέων· καὶ οὐχ οἷόν τε ἐν τοῖσιν ἐλάσσοσί γε μορίοις γίνεσθαι οὔτε τὴν λύσιν τῶν καταμηνίων οὔτε τὴν ξύλληψιν τῶν ἐμβρύων.
而在这些因素中,尤其必须考虑到这一点:新月(即一个月的第一天)作为一天,几乎是一个月的三十分之一;两天几乎是一个月的十五分之一;三天是一个月的十分之一,其余的天数也依此类推;在这些较短的日子里,既不可能排出月经,也不可能使胚胎受孕。
Ἐκ τουτέων οὖν ἁπάντων ἀναγκαῖόν ἐστι τῇσι πλείστῃσι τῶν γυναικῶν περὶ διχομηνίην ἐν γαστρὶ λαβεῖν καὶ ποῤῥωτέρω, ὥστε πολλάκις δοκεῖν ἐπιλαμβάνειν τοῦ ἑνδεκάτου μηνὸς τὰς ὀγδοήκοντα καὶ διακοσίας· τοῦτο γάρ ἐστιν ἑπτὰ τεσσαρακοντάδες.
因此,由于所有这些原因,大多数妇女必然在满月前后或更晚受孕,以至于两百八十天(因为这就是七个四十天的周期)常常看起来延续到了第十一月。
Ὅ τι γὰρ ἂν ἔξω τῆς διχομηνίης ξυλλαμβάνῃ ἡ γυνὴ, τοῦτο πᾶν ἀναγκαῖόν ἐστι τοῦ ἑνδεκάτου μηνὸς ἐπιλαβεῖν, ἤν περ ἐς τελευταίην περίοδον καταστῇ.
因为妇女在满月之外所受孕的一切,如果确实达到了最后的产期,就必然会延续到第十一月。