Humanitext Reader

ヒポクラテス · 八ヶ月児について §12-13

出生後の環境変化と十一ヶ月児の計算

2 / 2 箇所 · ギリシア語

要旨

出生後の新生児が直面する呼吸・栄養・衣類などの環境変化の危険、および胎内での排泄経路とへその緒の機能変化について述べ、さらに月経周期や受胎の遅れの要因から、280日の妊娠期間がなぜ11ヶ月目に入り込むように見えるのかを数学的に説明する。

§1212. Αἵ τε τροφαὶ καὶ αἱ ἀναπνοαὶ σφαλεραὶ μεταλλασσόμεναι·
12. 食物や呼吸もまた、変化するときには危険を伴う。
ἤν τι γὰρ νοσηρὸν ἐσάγωνται, κατὰ τὸ στόμα καὶ κατὰ τὰς ῥῖνας ἐσάγονται·
なぜなら、もし何か有害なものを取り込むとすれば、それは口や鼻を通じて取り込まれるからである。
καὶ ἀντὶ τοῦ τοσαῦτα εἶναι τὰ ἐσιόντα ὅσα ἐξαρκέει καὶ μὴ περιγίνεσθαι, πολλῷ πλέω εἰσέρχεται, ὥστε ἀναγκάζεσθαι ὑπὸ τοῦ πλήθεος τῶν ἐσιόντων καὶ ὑπὸ τῆς διαθέσιος ἧς διάκειται τὸ σῶμα τοῦ παιδίου ἤδη τὰ μὲν κατὰ τὸ στόμα τε καὶ τὰς ῥῖνας πάλιν ἐξιέναι, τὰ δὲ κατὰ τὸ ἔντερον καὶ τὴν κύστιν κάτω περαιοῦσθαι, πρόσθεν οὐδενὸς τουτέων οὕτω γενομένου.
そして、入ってくるものが十分であって余分にならない程度である代わりに、はるかに多くのものが入ってくる。 その結果、入ってくるものの多さと、子供の体が置かれている状態のために、すでにあるものは口や鼻から再び出て行き、あるものは腸や膀胱を通じて下に排出されることを余儀なくされる。 それまではこれらのいずれもそのようには起こっていなかったのにである。
Καὶ ἀντὶ πνευμάτων τε καὶ χυμῶν οὕτω συγγενέων, ὅκως ἀεὶ ἀνάγκη ἐν τῇσι μήτρῃσι γίνεσθαι συνηθείην τε ἔχοντα καὶ εὐμενείην, πᾶσι ξένοισι χρῆται ὠμοτέροισι καὶ ξηροτέροισι καὶ ἧσσον ἐξηνθρωπισμένοισιν, ἐξ ὧν ἀνάγκη πόνους γίνεσθαι πολλοὺς, πολλοὺς δὲ καὶ θανάτους·
そして、子宮の中では常にそうであるように、馴染み深く好ましい、非常に適合した気や体液の代わりに、子供は荒々しく、乾燥し、より馴染まない、すべての見知らぬものを用いる。 その結果、多くの苦痛、さらには多くの死が生じることが不可避となる。
ἐπεὶ καὶ τοῖσιν ἀνδράσι πολλάκις αἱ μεταλλαγαὶ τῶν χωρίων τε καὶ τῶν διαιτημάτων τὰς νούσους ποιέουσιν.
なぜなら、大人の男たちにおいてさえ、場所や生活習慣の変化がしばしば病気を引き起こすからである。
Ὁ δ’ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τῶν ἐσθημάτων·
衣類についても同じことが言える。
ἀντὶ γὰρ τοῦ σαρκὶ καὶ χυμοῖς ἠμφιέσθαι χλιεροῖς τε καὶ ὑγροῖς καὶ ξυγγενέσι, τοιαῦτα ἀμφιέννυται τὰ παιδία οἷά περ οἱ ἄνδρες.
というのも、温かく湿っていて適合した肉と体液で包まれている代わりに、子供たちは大人たちと同じようなものを身にまとうからである。
Οἱ δὲ ὀμφαλοὶ ἔσοδοί εἰσι τοῖσι παιδίοισι μοῦνον τοῦ σώματος·
へその緒は子供たちの体にとって唯一の入り口である。
τῇ μήτρῃ προσέχεται διὰ τουτέων, καὶ κοινωνεῖ τῶν ἐσιόντων·
へその緒を通じて子供は子宮に付着しており、入ってくるものを分かち合っている。
τὰ δ’ ἄλλα ξυμμύει·
しかし、他の部分は閉じている。
καὶ οὐκ ἀνεστομωμένα ἐστὶ πρόσθεν ἢ ἐν ἐξόδῳ ᾖ τὸ παιδίον ἐκ τῆς γαστρός·
そして、他の部分は子供が腹から出て行くときになるまでは、開口していない。
ὁκόταν δὲ ἐν ἐξόδῳ ᾖ, τὰ μὲν ἄλλα ἀναστομοῦται, ὁ δὲ ὀμφαλὸς λεπτύνεταί τε καὶ ξυμμύει καὶ ἀποξηραίνεται.
しかし、出て行くときになると、他の部分は開口し、へその緒は細くなり、閉じ、そして乾燥する。
Ὥσπερ δὲ τοῖσιν ἐκ τῆς γῆς φυομένοισιν οἱ καρποὶ ἁδρυνόμενοι ἀποκρίνονται καὶ ἀποπίπτουσι κατὰ τὴν διάφυσιν, οὕτω καὶ τοῖσι παιδίοισιν ἁδρυνομένοισί τε καὶ τελείοισι γινομένοισιν ὁ μὲν ὀμφαλὸς ξυνέμυσε, τὰ δὲ ἄλλα ἀνεστομώθη, ὥστε εἰσδέχεσθαί τε τὰ ἐσιόντα καὶ ἐξόδους ἔχειν κατὰ φύσιν, ᾗσιν ἀνάγκη τοὺς ζῶντας χρέεσθαι·
土から生える植物において、果実が成熟すると、結合部のところで分離して落ちるように、子供たちも成熟して完成されると、へその緒は閉じ、他の部分は開口する。 その結果、入ってくるものを受け入れ、生きている者が必然的に用いねばならない、自然に従った排出口を持つようになる。
ἕκαστα γὰρ χωρίζεται ῥέποντα κατὰ τὰς συλλοχίας·
なぜなら、それぞれのものはその集まりに従って傾き、分かれるからである。
κρατιστεύει δὲ τὰ τῷ ἡλίῳ ξυντροφώτατα.
そして、太陽によって最もよく共に育てられたものが最上の状態となる。
§1313. Οἱ δὲ δεκάμηνοι τῶν τόκων καὶ ἑνδεκάμηνοι ἐκ τῶν ἑπτά τεσσαρακοντάδων τὸν αὐτὸν τρόπον γίνονται καὶ ἐκ τοῦ ἡμίσεος τοῦ ἐνιαυτοῦ οἱ ἑπτάμηνοι·
13. 十ヶ月および十一ヶ月の出産は、七つの四十日期間から同じようにして生じ、半年の期間からは七ヶ月児が生じる。
τῇσι γὰρ πλείστῃσι τῶν γυναικῶν ἀναγκαῖόν ἐστιν ἐν γαστρὶ λαμβάνειν μετὰ τὰ καταμήνια, ἢν ἴῃ ἡ λύσις·
なぜなら、ほとんどの女性にとって、月経が終わった後に妊娠することが不可避だからである。
δεῖ τοίνυν τῇ γυναικὶ χρόνον δοῦναι τοῦ μηνὸς, ἐν ᾧ αὐτῇ ἡ κάθαρσις ἔσται·
したがって、女性に対して、月の中で浄化が行われる時間を考慮しなければならない。
καὶ ὁ χρόνος οὗτος ᾗσιν ἐλάχιστος γίνεται, τρεῖς ἡμέραι, τῇσι δὲ πλείστῃσι καὶ πολὺ πλείονες.
そしてこの時間は、ある女性たちにおいては最も短くて三日間であり、大部分の女性においてはそれよりはるかに長い。
Ἔστι δὲ καὶ ἄλλα πολλὰ κωλύματα καὶ τῇσι γυναιξὶ καὶ τοῖσιν ἀνδράσιν ἐξ ὧν βραδύνεται ἡ ξύλληψις.
また、女性にとっても男性にとっても、受胎が遅れる原因となる他の多くの妨げが存在する。
Χρὴ δὲ ἐν τοῖσι μάλιστα καὶ τόδε λογίζεσθαι, ὅτι ἡ νουμηνίη ἡμέρη μία ἐοῦσα ἐγγύτατα τριηκοστημόριόν ἐστι τοῦ μηνός·
しかし、特に次のことも考慮に入れねばならない。 新月は、一日であって、一ヶ月のほぼ三十分の一である。
αἱ δὲ δύο ἡμέραι σχεδὸν πεντεκαιδεκατημόριον τοῦ μηνός·
二日間は一ヶ月のほぼ十五分の一である。
αἱ δὲ τρεῖς ἡμέραι δεκατημόριον τοῦ μηνὸς, καὶ τἄλλα κατὰ λόγον τουτέων·
三日間は一ヶ月の十分の一であり、その他の日数もこれらに応じた比率になる。
καὶ οὐχ οἷόν τε ἐν τοῖσιν ἐλάσσοσί γε μορίοις γίνεσθαι οὔτε τὴν λύσιν τῶν καταμηνίων οὔτε τὴν ξύλληψιν τῶν ἐμβρύων.
そして、これらより少ない日数においては、月経の排出も胚の受胎も起こり得ない。
Ἐκ τουτέων οὖν ἁπάντων ἀναγκαῖόν ἐστι τῇσι πλείστῃσι τῶν γυναικῶν περὶ διχομηνίην ἐν γαστρὶ λαβεῖν καὶ ποῤῥωτέρω, ὥστε πολλάκις δοκεῖν ἐπιλαμβάνειν τοῦ ἑνδεκάτου μηνὸς τὰς ὀγδοήκοντα καὶ διακοσίας· τοῦτο γάρ ἐστιν ἑπτὰ τεσσαρακοντάδες.
したがって、これらすべてのことから、大部分の女性にとって、満月の頃かそれより後に妊娠することが不可避であり、その結果、二百八十日(これが七つの四十日期間である)が、しばしば十一ヶ月目に入り込んでいるように見えるのである。
Ὅ τι γὰρ ἂν ἔξω τῆς διχομηνίης ξυλλαμβάνῃ ἡ γυνὴ, τοῦτο πᾶν ἀναγκαῖόν ἐστι τοῦ ἑνδεκάτου μηνὸς ἐπιλαβεῖν, ἤν περ ἐς τελευταίην περίοδον καταστῇ.
なぜなら、女性が満月の時期を過ぎて受胎するものはすべて、それが最後の周期に至るならば、必然的に十一ヶ月目に食い込むことになるからである。

語釈・文法注

  1. 12ἀντὶ τοῦ τοσαῦτα εἶναι τὰ ἐσιόντα ὅσα ἐξαρκέει καὶ μὴ περιγίνεσθαι — 前置詞 ἀντί(〜の代わりに)が属格の動名詞(冠詞付き不定詞)である τοῦ εἶναι... καὶ μὴ περιγίνεσθαι を支配している。不定詞の意味上の主語は対格の τὰ ἐσιόντα である。
  2. 12ὥστε ἀναγκάζεσθαι ὑπὸ τοῦ πλήθεος — 結果の ὥστε に受動相不定詞 ἀναγκάζεσθαι が続き、その「〜を余儀なくされる」内容が、続く二つの対格不定詞構造(τὰ μὲν... ἐξιέναι, τὰ δὲ... περαιοῦσθαι)によって並列的に説明されている。文の骨格を把握する上で、全体の意味上の主語がこれら対格(τὰ μὲν, τὰ δὲ)に分かれている点に注意が必要。
  3. 13ᾗσιν ἐλάχιστος γίνεται — 関係代名詞 ᾗσιν は女性複数与格(イオン方言、共同訳における αἷς に相当)。先行詞は直前の「女性たち(γυναιξί)」であり、所有あるいは関係を表す与格として「ある女性たちにおいては、その時間が最も短くなる」と解釈される。
  4. p.460δοκεῖν ἐπιλαμβάνειν τοῦ ἑνδεκάτου μηνὸς τὰς ὀγδοήκοντα καὶ διακοσίας — 動詞 ἐπιλαμβάνω の中動・能動属格支配の用法で、「(範囲や期間に)食い込む、達する」を意味し、ここでは属格 τοῦ ἑνδεκάτου μηνὸς(11ヶ月目)にかかっている。対格の τὰς ὀγδοήκοντα καὶ διακοσίας(280[日])が、不定詞 δοκεῖν および ἐπιλαμβάνειν の意味上の主語である。

この箇所を引用する

ヒポクラテス, 八ヶ月児について §12-13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg035.humanitext-grc1:12-13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。