Humanitext Reader

希波克拉底 · 论八月胎儿 §10-11

八月儿的不存活与分娩时的危险因素

第 1 段,共 2 段 · 希腊语

内容简介

著者解释了八月儿由于无法承受子宫内和分娩时的双重苦难而无法存活,并与在280天出生的十月儿作对比,详细探讨了胎儿在分娩时因转动、脐带缠绕以及出生后出现的水肿所带来的致命危险。

§10## ΠΕΡΙ ΟΚΤΑΜΗΝΟΥ. 10. Περὶ δὲ ὀκταμήνου γενέσιος φημὶ δισσὰς ἐφεξῆς κακοπαθείας γενομένας ἀδυνάτους εἶναι ποιέειν φέρειν τὰ παιδία, καὶ διὰ τοῦτο οὐ περιγίνεσθαι τὰ ὀκτάμηνα·
论八月儿 10. 关于八月儿的诞生,我主张,相继发生的两重苦难使婴儿无法承受,因此八月儿不能存活。
συγκυρεῖ γὰρ αὐτέοις ἐφεξῆς κακοπαθεῖν τήν τε ἐν τῇ μήτρῃ γενομένην κακοπαθείην καὶ τὴν ὅταν ὁ τόκος γένηται, καὶ διὰ τοῦτο τῶν ὀκταμήνων οὐδὲν περιγίνεται.
因为他们碰巧要连续承受在子宫中发生的苦难以及分娩时的苦难,所以八月儿没有一个能存活。
Ἐπεὶ καὶ τὰ δεκάμηνα καλεόμενα λέγω ἐν ἑπτὰ τέσσαράκονθ’ ἡμέρῃσι μᾶλλον τίκτεσθαι· καὶ μάλιστα προσήκει ἐκτρέφεσθαι· καὶ τελεώτατόν ἐστιν ἐν τῇσι ταύτῃσι τεσσαράκοντα ἡμέρῃσι.
其实,即使是所谓的十月儿,我认为他们也多在七个四十天(二百八十天)内出生;且最适合予以抚育;在这些四十天的周期中,他们发育得最完全。
Ἐπήν δὲ γένηται, πλείω ἀπόλλυται· ἀναγκάζεται γὰρ πολλὰ μεταλαμβάνοντα ἐν ὀλίγῳ χρόνῳ πολλὰ νοσέειν, ἐξ ὧν οἱ θάνατοι γίνονται.
然而一旦出生,死去的却更多;因为他们被迫在短时间内经历许多变化而患上多种疾病,从而导致了死亡。
Ἄρχεται δὲ πονέειν τὸ παιδίον πρὸς τοῦ τόκου γινόμενον καὶ κινδυνεύειν ἀπολέσθαι, ὅταν ἐν τῇ μήτρῃ στρέφηται· φύεται γὰρ πάντα ἄνω τὴν κεφαλὴν ἔχοντα· τίκτεται δὲ τὰ πολλὰ ἐπὶ κεφαλήν· καὶ ἀσφαλέστερον ἀπαλλάσσει τῶν ἐπὶ πόδας τικτομένων· τὰ γὰρ συγκαμπτόμενα τοῦ σώματος ἐπὶ κεφαλὴν οὔπω κωλύει ἰόντος τοῦ παιδίου· ἀλλὰ μᾶλλον, ὅταν ἐπὶ πόδας ὁρμήσῃ, τὰ ἐμφράγματα γίνεται.
当婴儿在子宫中转动时,便开始在临产时遭受痛苦并面临死亡的危险;因为所有婴儿在生长时都是头部向上,但大多数是头部先产出;且这比起脚部先产出的婴儿更为安全;因为头部先产出时,身体折叠的部分还不会阻碍行进中的婴儿;相反,当婴儿脚部先冲出时,就会产生阻碍。
Αἱ γὰρ στροφαὶ ἐν τῇ γαστρὶ καὶ ἄλλος κίνδυνος· καὶ οἱ ὀμφαλοὶ πολλάκις ἤδη τῶν παιδίων ἐφάνησαν περὶ τοὺς τραχήλους·
因为在腹中的转动是另一个危险;而且经常能看到婴儿的脐带已经缠绕在脖子上。
ἢν γὰρ κατὰ τὸ μόριον, ὁποτέρωθεν ἂν τύχῃ ὁ ὀμφαλὸς τῇ μήτρῃ μᾶλλον παρατεταμένος, ταύτῃ τὸ παιδίον τῆς κεφαλῆς τὴν περιαγωγὴν ποιήσηται, τοῦ ὀμφαλοῦ στρεφομένου ἢ περὶ τὸν αὐχένα ἢ καὶ κατὰ τὸν ὦμον, τὴν περιβολὴν τοῦ ὀμφαλοῦ ἀντιτείνειν, τουτέου δὲ γενομένου καὶ τὴν μητέρα ἀνάγκη πονῆσαι μᾶλλον καὶ τὸ παιδίον ἢ ἀπολέσθαι ἢ χαλεπώτερον ἐξελθεῖν.
因为,如果脐带正好在子宫的某一边被拉得较紧,婴儿顺着那一侧转动头部,使得脐带缠绕在颈部或肩部,脐带的缠绕就会拉紧,一旦发生这种情况,母亲和婴儿势必遭受更大的痛苦,婴儿要么死去,要么更艰难地产出。
Ὥστε ἤδη καὶ πολλὰ ἔνδον τὴν ἀρχὴν τῆς νούσου τῶν παιδίων ἦλθεν ἔχοντα, ἐξ ἧς τὰ μὲν ἀπώλετο, τὰ δὲ νοσήσαντα περιεγένετο.
因此,许多婴儿在体内就已经带着疾病的开端出生,由此一些婴儿死去了,另一些虽患病却存活了下来。
§1111. Ὁκόσα δ’ ἂν εὐπορήσῃ καὶ ἀσφαλέως ἐς τοὐμφανὲς ἐξίῃ, ἀνεθέντα ἐξαίφνης ἐκ τῆς ἀνάγκης τῆς ἐν τῇ γαστρὶ, παχύτερα καὶ μέζω παραυτίκα ἢ κατὰ λόγον ἐγένετο, οὐκ αὐξήματος, ἀλλ’ οἰδήματος γενομένου, ἐξ ὧν δὴ πολλὰ ἀπώλετο· ἢν γὰρ μὴ συνίζῃ τὸ οἴδημα θᾶσσον, ἢ τριταῖον ἢ ὀλίγῳ πολυχρονιώτερον, νοῦσοι γίνονται ἀπ’ αὐτέου.
11. 至于那些顺利并安全地来到人世的婴儿,在突然从腹中的挤压中解放出来时,会立刻变得比正常比例更粗、更大,这不是因为成长,而是因为发生了水肿,确实有许多婴儿因此死去;因为如果水肿不能较快消退,无论是在第三天还是稍微更长一点的时间,疾病就会由此产生。

词汇与语法注释

  1. 10δισσὰς ἐφεξῆς κακοπαθείας γενομένας ἀδυνάτους εἶναι ποιέειν φέρειν τὰ παιδία — 不定式 `εἶναι` 的逻辑主语是宾格短语 `δισσὰς... κακοπαθείας γενομένας`,形容词 `ἀδυνάτους` 与之呼应(阴性复数宾格)。动词 `ποιέειν` 以 `ἀδυνάτους` 为宾格补足语表示“使……成为不可能”,并支配 `τὰ παιδία`(宾格主语)和 `φέρειν`(不定式),从而构成“使婴儿无法承受这些苦难”的语义结构。
  2. 10ἐν ἑπτὰ τέσσαράκονθ’ ἡμέρῃσι — 数词 `ἑπτὰ` 修饰 `τέσσαράκοντα`(四十),意为“七个四十天”(即 7 × 40 = 280天)。这一表达展示了古希腊医学中标准孕期(约10个月)的计算方式。
  3. 10ἢν γὰρ κατὰ τὸ μόριον... τὴν περιβολὴν τοῦ ὀμφαλοῦ ἀντιτείνειν — 在条件从句 `ἢν... ποιήσηται` 内部,嵌套了关系从句 `ὁποτέρωθεν ἂν τύχῃ...` 和属格独立分词短语 `τοῦ ὀμφαλοῦ στρεφομένου...`,导致句法结构复杂。作为条件句结果的不定式 `ἀντιτείνειν` 在此充当叙述性不定式(或省略了 `ἀνάγκη`),表示“脐带的缠绕拉紧”。
  4. 11Ὁκόσα δ’ ἂν εὐπορήσῃ... παχύτερα καὶ μέζω παραυτίκα ἢ κατὰ λόγον ἐγένετο — 复合一般条件从句的关系代词主语 `Ὁκόσα` 是中性复数,但主句动词 `ἐγένετο` 采用了第三人称单数,这符合古典希腊语中“中性复数主语接单数动词”的语法规则。分词 `ἀνεθέντα`(中性复数主格)同样与主语 `Ὁκόσα` 保持一致。

引用这一段

希波克拉底, 论八月胎儿 §10-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg035.humanitext-grc1:10-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。