Humanitext Reader

希波克拉底 · 论生殖 §9-11

子宫空间与外伤对胎儿体格及畸形的影响

第 4 段,共 4 段 · 希腊语

内容简介

作者通过黄瓜生长的比喻,解释了子宫空间的大小对胚胎体格大小和形状的影响。接着探讨了孕妇外伤或子宫局部狭窄导致胎儿畸形的原因,以及畸形的父母在何种条件下会将畸形遗传给孩子。

§99. Γίνεται δὲ καὶ τόδε· ἔστιν ὅτε τὰ τέκνα λεπτὰ καὶ ἀσθενέα γίνεται, ἐκ πατρὸς καὶ μητρὸς παχέων τε καὶ ἰσχυρῶν ἐόντων·
9. 也会发生这种情况:有时即使父亲和母亲都魁梧且强壮,生下的孩子却又瘦又弱。
κἢν μὲν πολλῶν ἤδη γενομένων τῶν παιδίων τοιοῦτον γένηται, δῆλον ὅτι ἐν τῇσι μήτρῃσιν ἐνόσησε τὸ ἔμβρυον, καὶ ἀπὸ τῆς μητρὸς, εἰ τῆς αὔξης. αὐτοῦ ἔξω παρῄει, τῶν μητρέων χανουσέων μᾶλλον, καὶ διὰ τοῦτο ἀσθενὲς ἐγένετο·
如果在已经生育了许多孩子之后发生这种情况,那么显然是胚胎在子宫里生了病,并且由于母亲的原因,如果用于其生长的营养因为子宫过度张开而流失到体外,孩子就因此变得虚弱。
νοσέει δὲ τῶν ζώων ἕκαστον κατὰ τὴν ἰσχὺν ἑωυτοῦ.
每种动物都根据自身的体质强弱而生病。
Ἢν δὲ πάντα τὰ γενόμενα παιδία ἀσθενέα ἔῃ, αἱ μῆτραι αἴτιαί εἰσι, στενότεραι ἐοῦσαι τοῦ καιροῦ·
但是,如果所有出生的孩子都很虚弱,那么原因就在于子宫,因为子宫比适宜的尺寸要窄。
ἢν γὰρ μὴ ἔχῃ εὐρυχωρίην ἔνθα τὸ ἔμβρυον θρέψεται, ἀνάγκη ἐστὶν αὐτὸ λεπτὸν γενέσθαι, ἅτε οὐκ ἔχον τῇ αὔξῃ τὴν αὐτὴν εὐρυχωρίῃν ἢν δὲ ἔχῃ.
因为如果胚胎在需要吸取营养的地方没有宽敞的空间,它就必然会变得瘦小,因为在生长中没有同样的宽敞空间。
εὐρυχωρίην καὶ μὴ νοσήσῃ, ἐπιεικές ἐστι μεγάλων τοκέων μέγα τέκνον γενέσθαι.
但如果它有宽敞的空间且没有生病,那么高大的父母生出高大的孩子是顺理成章的。
Ἔχει δὲ οὕτως, ὥσπερ εἴ τις σίκυον ἤδη ἀπηνθηκότα, ἐόντα δὲ νεογνὸν καὶ προσεόντα τῷ σικυηλάτῳ, θεὶς ἐς ἀρυστῆρα, ἔσται τοῦ ἀρυστῆρος τῷ κοίλῳ ἴσος καὶ ὅμοιος·
这就像如果有人把一个刚刚谢花、新结出且仍连在植株上的黄瓜放进一个勺子里,它就会变得与勺子的凹处大小相同、形状相似。
ἢν δέ, τις ἐς ἄγγος θῇ μέγα, ὅ τι ἐπιεικές ἐστι σίκυον χαδέειν, ἀλλὰ μὴ πολλῷ κάρτα μέζον τῆς φύσιος τοῦ σικύου, ἴσος ἔσται ὁ σίκους τοῦ ἄγγεος τῷ κοίλῳ καὶ ὅμοιος· ἐρίζει γὰρ ἐν τῇ αὔξῃ τῷ κοίλῳ τοῦ ἄγγεος.
如果有人把它放进一个大器皿中,这个器皿适合容纳黄瓜,但并没有比黄瓜的自然尺寸大特别多,那么黄瓜就会变得与器皿的凹处大小相同、形状相似;因为在生长过程中,它会与器皿的凹处相抗衡。
Σχεδὸν δὲ εἰπεῖν καὶ πάντα τὰ φυόμενα οὕτως ἔχει, ὅκως. ἄν τις καταναγκάσῃ αὐτά.
总而言之,几乎所有生长的东西都是这样,人们如何约束它们,它们就会长成什么样。
Οὕτω δὴ καὶ τῷ παιδίῳ, ἢν μὲν εὐρυχωρίη οἱ ἔῃ· ἐν τῇ αὔξῃ, μέζον γίνεται· ἢν δὲ στενοχωρίη, ἔλασσον.
因此对于孩子也是如此:如果在生长时有宽敞的空间,就会长得较大;如果是狭窄的空间,就会较小。
§1010. Τὸ δὲ πηρωθὲν ἐν τῇσι μήτρῃσι παιδίον φημὶ αὐτὸ ἢ φλασθὲν πηρωθῆναι τῆς μητρὸς πληγείσης κατὰ τὸ ἔμβρυον, ἢ πεσούσης, ἢ ἄλλου τινὸς βιαίου παθήματος προσγενομένου τῇ μητρί· ἢν δὲ φλασθῇ, ταύτῃ πηροῦται τὸ παιδίον· ἢν δὲ μᾶλλον φλασθῇ τὸ ἔμβρυον, τοῦ ὑμένος ῥαγέντος τοῦ περιέχοντος αὐτὸ, φθείρεται τὸ ἔμβρυον·
10. 至于在子宫内畸形的孩子,我认为它是由于母亲在胚胎附近受到撞击、跌倒,或者母亲身上发生了其他某种剧烈的意外而受挤压致畸的;如果受挤压,孩子就会在那个部位发生畸形;但如果胚胎受挤压更严重,以至于包裹它的膜破裂,胚胎就会死亡。
ἢ ἑτέρῳ τρόπῳ τοιῷδε πηροῦται τὰ παιδία, ἐπὴν ἐν τῇσι μήτρῃσι κατὰ τὸ χωρίον καθ’ ὅ τι καὶ ἐπηρώθη στενὸν ἔῃ, ἀνάγκη ἐν στενῷ κινευμένου τοῦ σώματος πηροῦσθαι κατ’ ἐκεῖνο τὸ χωρίον·
或者,孩子会以另一种如下的方式发生畸形:当子宫内的空间在孩子实际发生畸形的那个部位显得狭窄时,身体在狭窄的空间中活动,必然会在那个部位发生畸形。
ὥσπερ καὶ τῶν δένδρων ἅσσα ἐν τῇ γῇ ἐόντα μὴ ἔχει εὐρυχωρίην. ἀλλ’ ὑπὸ λίθου ἢ ὑπό τευ ἄλλου ἀποληφθῇ, ἀνατέλλον σκολιὸν γίνεται, ἢ τῇ μὲν παχὺ, τῇ δὲ λεπτόν· οὕτω δὴ ἔχει καὶ τὸ παιδίον, ἢν ἐν τῇσι μήτρῃσι κατά τι τοῦ σώματος στενότερον ἔῃ τὸ ἕτερον τοῦ ἑτέρου.
这就像树木在土里的部分如果没有宽敞的空间,而是被石头或其他东西阻挡,长出来就会弯曲,或者有的地方粗,有的地方细;对于孩子也确实是如此,如果在子宫内,其身体的某一部分比另一部分更狭窄。
§1111. Ὅτι δὲ, πεπηρωμένων ἀνθρώπων, ὑγιέα γίνονται τὰ παιδία, ὡς ἐπὶ τὸ πλεῖστον συμβαίνει· ἔχει γὰρ τὸν ἀριθμὸν πάντα τὸ πεπηρωμένον τῷ ὑγιεῖ·
11. 畸形的人生出健康的孩子,这是大多数情况下会发生的事;因为畸形的人在数量上拥有与健康人相同的全部部位。
ἐπὴν δέ τί οἱ νόσημα προσπέσῃ καὶ τοῦ ὑγροῦ αὐτοῦ, ἀφ’ οὗ τὸ σπέρμα γίνεται, τέσσαρες ἰδέαι ἐοῦσαι. ὁκόσαι ἐν φύσει ὑπῆρξαν, τὴν γονὴν οὐχ ὅλην παρέχουσιν, ἀσθενέστερον δὲ τὸ κατὰ τὸ πεπηρωμένον, οὐ θαῦμα δέ μοι δοκέει εἶναι καὶ πηρωθῆναι, καθάπερ ὁ τοκεύς.
但是,当某种疾病降临到他身上,并且在产生种子的那份体液本身中,自然界中存在的四种形态无法完整地提供精液,而是对应于畸形部位的成分较弱时,在我看来,生出像父母一样的畸形孩子并不可思议。
Ταῦτα δέ μοι ἐς τοῦτο εἰρέαται· ἀναβήσομαι δ’ αὖθις ὀπίσω ἐς τὸν λόγον ὃν ἔλεγον.
这些是我关于这一点的说明;但我将再次回到我刚才所说的论题上去。

词汇与语法注释

  1. 9εἰ τῆς αὔξης αὐτοῦ ἔξω παρῄει — 使用直陈式过去时的条件从句,表示对过去事实的假设:“如果其生长所需之物漏到体外”。属格名词 `αὔξης`(生长)在这里指代“生长所需的营养或热量”等生理要素,表明由于子宫过度张开(`χανουσέων`)而导致这些要素流失。
  2. 9τοῦ καιροῦ — 修饰比较级形容词 `στενότεραι` 的比较属格。名词 `καιρός` 在此意为“适度的比例”或“适当的分寸”,指示子宫比正常的标准更为狭窄。
  3. 11τέσσαρες ἰδέαι ἐοῦσαι — 指代古代医学中四种体液(血液、粘液、黄胆汁、黑胆汁)的主格分词短语(非独立分词)。它作为主句的主语,与动词 `παρέχουσιν` 一致。
  4. 11ἀσθενέστερον δὲ τὸ κατὰ τὸ πεπηρωμένον — 解释畸形父母如何生出畸形孩子的省略句结构。以 `τὸ κατὰ τὸ πεπηρωμένον`(对应于畸形部位的精液成分)为主语,形容词 `ἀσθενέστερον` 为表语,省略了系动词(如条件从句中的 `γένηται` 等)。

引用这一段

希波克拉底, 论生殖 §9-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg024a.humanitext-grc1:9-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。