§1## ΠΕΡΙ ΥΓΡΩΝ ΧΡΗΣΙΟΣ.
1. Ὕδωρ ποτὸν, ἁλμυρὸν, θάλασσα.
## 论液体的作用 1. 饮用水、咸水、海水。
Ποτὸν μὲν, κατ’ ἰητρεῖον κράτιστον· καὶ γὰρ σιδηρίοισι καὶ χαλκείοισι κράτιστον, καὶ φαρμάκοισι τοῖσι πλείστοισι παλαιουμένοισι κοινότατον.
饮用水在医务室中最优;因为它对于铁器和铜器最适用,也是大多数需要陈化的药物中最常用的配方成分。
Ἐς δὲ χρῶτα γνῶναι δεῖ, ὅτι τοῦτο ἢ τέγξει ἢ ψύξει ἢ θέρμῃ, ἄλλῳ δὲ οὐδενὶ ὠφελέει ἢ βλάπτει ποτόν.
至于皮肤,必须了解,这种饮用水仅通过湿润、冷却或温热来产生益处或害处,此外别无他法能使其产生益处或害处。
Ὅπου ὀλίγου ποτοῦ, σπόγγῳ· χρῆσις, ἄριστον ὀφθαλμοῖσι, [εἰ] αὐτὸ τὸ δέρμα ἐφήλκωται.
在需要少量饮用水的地方,应用海绵;若皮肤本身已溃烂,这对眼睛是最好的。
Θερμῷ, αἰόνησις, πυρίη τοῦ σώματος ἅπαντος ἢ μέρεος, δέρματος σκληροῦ μάλθαξις, συντεταμένου χάλασις, νεύρων συστελλομένων πάρεσις, σαρκῶν πλαδαρῶν ἐκχύμωσις, ἱδρῶτος ἄφοδος· ὑγρῆναι, προσκλύσαι οἷον ῥῖνας, κύστιν, φύσας, σαρκῶσαι, ἁπαλῦναι, τῆξαι, μινυθίσαι, χροιὴν ἀνακαλέσαι, χροιὴν ἀνασκεδάσαι.
使用温水,有湿敷、全身或局部的熏蒸、硬化皮肤的软化、紧张部位的松弛、收缩腱的舒缓、松弛肌肉的溢液、汗水的排出;旨在滋润,冲洗(例如鼻腔、膀胱或肠胃积气),促进肌肉生长,软化,溶解,缩减,恢复气色,以及消散斑色。
Ὑπνικὸν καὶ κατὰ κεφαλῆς καὶ ἄλλων· σπασμῶν, τετάνων παρηγορικόν· ὀδύνας κωφοῖ ὠτὸς, ὀφθαλμῶν, ὅσα τοιαῦτα.
浇于头部及其他部位能催眠;能缓解痉挛和破伤风;能钝化耳朵、眼睛及类似部位的疼痛。
Τὰ ψυχρὰ θερμῆναι, οἷον πίσσα ἐν ἕλκεσι, πλὴν τοῖσιν αἱμοῤῥαγεῦσιν ἢ μέλλουσι, κατήγμασιν, ἐκπτώμασι, τοῖσιν ἄλλοισι, οἷσιν ἂν ὀθόνια ἰητρός· καρηβαρίῃ.
冷物能起温热作用,如伤口上的沥青,但正在出血或即将出血者、骨折、脱臼以及其他医生使用绷带的情况,和头重感除外。
Τὸ μέτριον ἑκάστῳ, μὴ πρόσω, οἴδαμεν βασανίζειν, οἷον τὸ θερμὸν τῷ χρωτὶ, ἐξ ὑπερβολῆς ἐφ’ ἑκάτερα, ὡς ἀμφοῖν μὴ ἁμαρτάνῃ, σημαινόμενος ταῖς βλάβαις ἢ οὐκ ὠφελείαις, οἷον χλιαροῦ· δεῖ γὰρ τῇσι βλάβῃσιν ἢ τῇσιν ὠφελείῃσιν, κἂν ὦσι, χρῆσθαι μέχρι τοῦ ὠφελέοντος ἢ μέχρι τοῦ βλάπτοντος.
我们懂得如何检验每个人的适度分寸,而不致过度,例如皮肤对热的承受,在两个极端上都要避免犯错,并通过有害或无益来判断,如温水的情形;因为如果有害或有益显现出来,就必须将其作为指标,直至达到有益或有害的极限。
Τέγξις μὲν οὖν, ἀσθενές· ψύξις δὲ καὶ θάλψις, ἰσχυρὸν, ὡς ἐξ ἡλίου· τὸ δὲ ψυχρὸν, θερμὸν ἐὸν ὡς ποτὸν, ἀσθενέον τι.
因此,湿润是微弱的;冷却和温热是强烈的,如来自太阳的热力;然而冷水作为饮料而变温热时,其作用较弱。
Ἀλλὰ τὸ μὲν θερμὸν, μὴ πρόσω καίειν, κρίνει δ’ αὐτὸς, πλὴν τοῖσιν ἀφώνοισιν, ἢ παραπληγικοῖσιν, ἢ νεναρκωμένοισιν, ἢ οἷα ἐπὶ τρώμασι κατεψυγμένοισιν ἢ ὑπερωδύνοισι, τούτοισι δὲ ἀναίσθητα· λάθοις γὰρ ἂν κατακαύσας·
但对于温水,切勿过度灼伤;患者本人可作判断,但失语者、偏瘫者、麻痹者、因伤受寒者或极度痛苦者除外;因为这些人的感觉已丧失,你可能会在不知不觉中将其灼伤。
καὶ τὰ ἐκπτώματα δὲ τὰ βαθέα καὶ τὰ μεγάλα· ἤδη καὶ πόδες ἀπέπεσον, καταψυχθέντες, ἐκ καταχύσιος θερμοῦ· ἀλλὰ τούτοισιν ὁ τοῦ καταχέοντος χρὼς, κριτής.
深而大的脱臼也是如此;甚至曾发生过因注温水而导致受冻的脚脱落的事情;但在这些情况下,浇水者的皮肤便是判断标准。
Καὶ ψυχροῦ δὲ ὡσαύτως.
冷水也是如此。
Τούτων δ’ αὐτῶν τὸ ὀλίγον ἑκατέρου, ἀσθενές· τὸ δὲ πολὺ, ἰσχυρόν· ἀλλὰ μὴν ἐᾷν, μέχρι γένηται οὗ ἕνεκα ποιέεται· τὸ ἔσχατον προπαύειν πρὶν γενέσθαι· τούτων δὲ ἑκάτερον βλάπτει.
就这些水本身而言,两者的少量均微弱,而多量则强烈;然而,必须使其持续,直至达到治疗的目的,但要在极端状况发生前提前停止;因为这两者都会带来危害。
Βλάπτει δὲ ταῦτα τὸ θερμὸν πλέον χρεομένοισι, σαρκῶν ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱμοῤῥαγίας, λειποθυμίας, ταῦτα ἐς θάνατον·
过度使用温水会对人造成以下危害:肌肉软化、筋腱无力、神志麻木、出血、昏厥,这些可致人死亡。
τὸ δὲ ψυχρὸν, σπασμοὺς, τετάνους, μελασμοὺς, ῥίγεα πυρετώδεα.
而冷水则导致痉挛、破伤风、局部坏疽、发热性寒战。
Αἱ μὲν μετριότητες ἐκ τούτων.
适度便由此而来。
Τὰ δ’ ἄλλα βλάπτει καὶ ὠφελέει τὰ εἰρημένα ἡδονῇσι καὶ εὐφορίῃσι καὶ ἀχθηδόσι καὶ δυσφορίῃσιν, αἳ καθ’ ἓν ἕκαστον αὐτῶν ὁμολογοῦσαι φαίνονται.
在其他方面,上述事物通过快乐、舒适、痛苦和不适来产生危害和益处,这些在每个具体情况下似乎都是相符的。